- 텍스트

Plutarch, Mulierum virtutes, Ξενοκπίτη? 1:

(플루타르코스, Mulierum virtutes, Ξενοκπίτη 1:)

οὐχ ἧττον δ ἄν τις ἀγάσαιτο τὴν Κυμαίαν Ξενοκρίτην ἐπὶ τοῖς πραχθεῖσι περὶ Ἀριστόδημον τὸν τύραννον, ᾧ τινες Μαλακὸν ἐπίκλησιν οἰόνται γεγονέναι, τὸ ἀληθὲς ἀγνοοῦντες. ἐπεκλήθη γὰρ ὑπὸ τῶν βαρβάρων Μαλακός, ὅπερ ἐστὶν ἀντίπαις, ὅτι μειράκιον ὢν παντάπασι μετὰ τῶν ἡλίκων ἔτι κομώντων οὓς κορωνιστὰς ὡς ἐοίκεν ἀπὸ τῆς κόμης ὠνόμαζον ἐν τοῖς πρὸς τοὺς βαρβάρους πολέμοις ἐπιφανὴς ἦν καὶ λαμπρὸς οὐ τόλμῃ μόνον οὐδὲ χειρὸς ἔργοις, ἀλλὰ καὶ συνέσει καὶ προνοίᾳ φανεὶς περιττός. ὅθεν εἰς τὰς μεγίστας προῆλθεν ἀρχὰς θαυμαζόμενος ὑπὸ τῶν πολιτῶν, καὶ Ῥωμαίοις ἐπικουρίαν ἄγων ἐπέμφθη πολεμουμένοις ὑπὸ τῶν Τυρρηνῶν Ταρκύνιον Σούπερβον ἐπὶ τὴν βασιλείαν καταγόντων.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION