Plutarch, Mulierum virtutes, Ερυξώ 6:

(플루타르코스, Mulierum virtutes, Ερυξώ 6:)

τῆσ δ’ Ἐρυξοῦσ μὴ ἀπολειπομένησ, ἀλλ’ ἕπεσθαι καὶ συγκινδυνεύειν βουλομένησ, οὐδ’ ἡ μήτηρ Κριτόλα, καίπερ οὖσα πρεσβῦτισ, ἀπελείπετο. μέγιστον δ’ αὐτῆσ ἦν ἀξίωμα, Βάττου γεγενημένησ ἀδελφῆσ τοῦ Εὐδαίμονοσ. ὡσ οὖν ἦλθον εἰσ Αἴγυπτον, οἵ τ’ ἄλλοι θαυμαστῶσ ἀπεδέξαντο τὴν πρᾶξιν αὐτῶν, καὶ ὁ Ἄμασισ οὐ μετρίωσ ἀπεδέξατο τήν τε σωφροσύνην καὶ τὴν ἀνδρείαν τῆσ γυναικόσ· δώροισ δὲ τιμήσασ καὶ θεραπείᾳ βασιλικῇ τόν τε Πολύαρχον καὶ τὰσ γυναῖκασ εἰσ Κυρήνην ἀπέστειλεν.

SEARCH

MENU NAVIGATION