호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δ ὁ Λάαρχος ἐνετύγχανε τοῖς ἀδελφοῖς, ἐκεῖνοι δ ἐπίτηδες παρῆγον καὶ ἀνεβάλλοντο, πέμπει πρὸς αὐτὸν ἡ Ἐρυξὼ θεραπαινίδα παρ αὑτῆς παραγγέλλουσαν, ὅτι νῦν μὲν ἀντιλέγουσιν οἱ ἀδελφοί, γενομένης δὲ τῆς συνόδου παύσονται διαφερόμενοι καὶ συγχωρήσουσι: δεῖν οὖν αὐτόν, εἰ βούλεται, νύκτωρ ἀφικέσθαι πρὸς αὐτήν: καλῶς γὰρ ἕξειν καὶ τὰ λοιπὰ τῆς ἀρχῆς γενομένης. ἦν οὖν ταῦτα καθ ἡδονὴν τῷ Λαάρχῳ, καὶ παντάπασιν ἀναπτοηθεὶς πρὸς τὴν φιλοφροσύνην τῆς γυναικὸς ὡμολόγησεν ἥξειν, ὅταν ἐκείνη κελεύῃ. ταῦτα δ ἔπραττεν ἡ Ἐρυξὼ μετὰ Πολυάρχου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν. ὁρισθέντος δὲ καιροῦ πρὸς τὴν σύνοδον, ὁ Πολύαρχος εἰς τὸ δωμάτιον τῆς ἀδελφῆς παρεισήχθη κρύφα, νεανίσκους ἔχων δύο σὺν αὑτῷ ξιφήρεις, φόνῳ πατρὸς ἐπεξιόντας, ὃν ὁ Λάαρχος ἐτύγχανεν ἀπεκτονὼς νεωστί. μεταπεμψαμένης δὲ τῆς Ἐρυξοῦς αὐτὸν, ἄνευ δορυφόρων εἰσῆλθε, καὶ τῶν νεανίσκων αὐτῷ προσπεσόντων τυπτόμενος τοῖς ξίφεσιν ἀπέθανε.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기