호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔργον δὲ πρῶτον ἦν αὐτοῖσ καὶ ἀπόλαυσμα τῆσ ἐλευθερίασ ἐκείνην ἀσπάσασθαι μετὰ χαρᾶσ καὶ δακρύων, ὥσπερ ἀγάλματι θεοῦ προσπίπτοντασ. ἄλλων δ’ ἐπ’ ἄλλοισ ἐπιρρεόντων, μόλισ ἑσπέρασ τὸν Λέανδρον παραλαβόντεσ ἐπανῆλθον εἰσ τὴν πόλιν. ἐπεὶ δὲ τῶν τιμῶν τῆσ Ἀρεταφίλασ καὶ τῶν ἐπαίνων ἐνεπλήσθησαν, οὕτω τραπόμενοι πρὸσ τοὺσ τυράννουσ τὴν μὲν Καλβίαν ζῶσαν κατέκαυσαν, τὸν δὲ Λέανδρον ἐνράψαντεσ εἰσ βύρσαν κατεπόντισαν. ἠξίουν δὲ τὴν Ἀρεταφίλαν συνάρχειν καὶ συνδιοικεῖν τοῖσ ἀρίστοισ ἀνδράσι τὴν πολιτείαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기