- 텍스트

Plutarch, Mulierum virtutes, Πιερία?

(플루타르코스, Mulierum virtutes, Πιερία)

τῶν εἰς Μίλητον ἀφικομένων Ιὤνων στασιάσαντες ἔνιοι πρὸς τοὺς Νείλεω παῖδας, ἀπεχώρησαν εἰς Μυοῦντα κἀκεῖ κατῴκουν, πολλὰ κακὰ πάσχοντες ὑπὸ τῶν Μιλησίων: ἐπολέμουν γὰρ αὐτοῖς διὰ τὴν ἀπόστασιν. οὐ μὴν ἀκήρυκτος ἦν οὐδ ἀνεπίμικτος ὁ πόλεμος, ἀλλ ἔν τισιν ἑορταῖς ἐφοίτων εἰς Μίλητον ἐκ τοῦ Μυοῦντος αἱ γυναῖκες. ἦν δὲ Πύθης ἀνὴρ ἐν αὐτοῖς ἐμφανής, γυναῖκα μὲν ἔχων Ιἀπυγίαν, θυγατέρα δὲ Πιερίαν. οὔσης οὖν ἑορτῆς Ἀρτέμιδι καὶ θυσίας παρὰ Μιλησίοις, ἣν Νηληίδα προσαγορεύουσιν, ἔπεμψε τὴν γυναῖκα καὶ τὴν θυγατέρα, δεηθείσας ὅπως τῆς ἑορτῆς μετάσχωσι: τῶν δὲ Νείλεω παίδων ὁ δυνατώτατος ὄνομα Φρύγιος τῆς Πιερίας ἐρασθεὶς ἐνενόει τί ἂν αὐτῇ μάλιστα γένοιτο παρ αὐτοῦ κεχαρισμένον.

συνεὶς ὁ Φρύγιος δεομένην φιλίας καὶ εἰρήνης τοῖς πολίταις κατέπαυσε τὸν πόλεμον. ἦν οὖν ἐν ἀμφοτέραις ταῖς πόλεσι δόξα καὶ τιμὴ τῆς Πιερίας, ὥστε καὶ τὰς Μιλησίων εὔχεσθαι γυναῖκας ἄχρι νῦν οὕτως τοὺς ἄνδρας ἐρᾶν αὐτῶν, ὡς Φρύγιος ἠράσθη Πιερίας.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION