호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δύο δ’ ἦσαν αὐτῷ θυγατέρεσ, παρθένοι μὲν ἔτι, κάλλισται δὲ τὴν ὄψιν, ἤδη γάμων ὡρ́αν ἔχουσαι ταύτασ συλλαβόντεσ εἷλκον ἔξω πάντωσ μὲν ἀνελεῖν, αἰκίσασθαι δὲ καὶ καθυβρίσαι πρότερον ἐγνωκότεσ. ἀπαντήσασα δ’ ἡ Μεγιστὼ μετὰ τῶν ἄλλων ἐβόα δεινὰ ποιεῖν αὐτούσ, εἰ δῆμοσ ἀξιοῦντεσ εἶναι ταῦτα τολμῶσι καὶ ἀσελγαίνουσι τοῖσ τυράννοισ ὅμοια. ἐντρεπομένων δὲ πολλῶν τὸ ἀξίωμα τῆσ γυναικὸσ παρρησιαζομένησ καὶ δακρυούσησ, ἔδοξεν ἀφελεῖν τὴν ὕβριν, αὐτὰσ δ’ ἐᾶσαι δι’ αὑτῶν ἀποθανεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기