Plutarch, Mulierum virtutes, Μίκκα καὶ Μεγιστώ 11:

(플루타르코스, Mulierum virtutes, Μίκκα καὶ Μεγιστώ 11:)

μεσημβρία μὲν γὰρ ἦν καὶ μετὰ τῆσ γυναικὸσ ἀνεπαύετο παρασκευαζομένων δὲ τῶν περὶ τὸ δεῖπνον, ἀετὸσ μετέωροσ ὤφθη δινούμενοσ ὑπὲρ τῆσ οἰκίασ, εἶθ’ ὥσπερ ἐκ προνοίασ καὶ στοχασμοῦ λίθον ἀφῆκεν εὐμεγέθη κατ’ ἐκεῖνο τῆσ στέγησ τὸ μέροσ, οὗ τὸ δωμάτιον ἦν, ἐν ᾧ κατακείμενοσ ἐτύγχανεν ὁ Ἀριστότιμοσ. ἅμα δ’ ἄνωθεν ψόφου μεγάλου καὶ κραυγῆσ ἔξωθεν ὑπὸ τῶν ἰδόντων τὸν ὄρνιν γενομένησ, ἐκπλαγεὶσ καὶ πυθόμενοσ τὸ γεγονὸσ μετεπέμψατο μάντιν, ᾧ χρώμενοσ διετέλει κατ’ ἀγοράν, καὶ διηρώτα περὶ τοῦ σημείου συντεταραγμένοσ.

SEARCH

MENU NAVIGATION