호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τέκνον, πρὶν αἰσθέσθαι καὶ φρονεῖν ἀπαλλάγηθι τῆς πικρᾶς τυραννίδος: "ὡς ἐμοὶ βαρύτερόν ἐστι δουλεύοντὰ σε παρ ἀξίαν ἐφορᾶν ἢ ἀποθνήσκοντα. τοῦ δ Ἀριστοτίμου σπασαμένου τὴν μάχαιραν ἐπ αὐτὴν ἐκείνην καὶ μετ ὀργῆς ἐπιφερομένου, τῶν συνήθων τις αὐτῷ Κύλων ὄνομα πιστὸς δοκῶν εἶναι, μισῶν δὲ καὶ μετέχων τῆς συνωμοσίας τοῖς περὶ τὸν Ἑλλάνικον, ἀντέστη καὶ ἀπέστρεψε δεόμενος καὶ λέγων ἀγεννὲς εἶναι καὶ γυναικῶδες οὐκ ἀνδρὸς ἡγεμονικοῦ καὶ πράγμασι χρῆσθαι μεμαθηκότος τὸ ἔργον ὥστε μόλις ἔννουν γενόμενον τὸν Ἀριστότιμον ἀπελθεῖν. γίγνεται δὲ σημεῖον αὐτῷ μέγα:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기