Plutarch, Mulierum virtutes, Μίκκα καὶ Μεγιστώ 7:

(플루타르코스, Mulierum virtutes, Μίκκα καὶ Μεγιστώ 7:)

ἐκ δ’ Αἰτωλίασ διαπεράσαντεσ οἱ φυγάδεσ καταλαμβάνουσι τῆσ χώρασ ἐπιτήδειον ἐμπολεμεῖν ἔρυμα τὴν Ἀμυμώνην, καὶ συχνοὺσ προσεδέχοντο τῶν πολιτῶν ἐκ τῆσ Ἤλιδοσ ἀποδιδράσκοντασ. ταῦτα δὲ δείσασ ὁ Ἀριστότιμοσ εἰσῆλθε πρὸσ τὰσ γυναῖκασ, καὶ νομίζων φόβῳ μᾶλλον ἢ χάριτι διαπράξεσθαι προσέταττε πέμπειν καὶ γράφειν αὐτὰσ τοῖσ ἀνδράσιν ὅπωσ ἀπίωσιν ἐκ τῆσ χώρασ· εἰ δὲ μή, κατασφάξειν ἠπείλει πάσασ αἰκισάμενοσ καὶ προανελὼν τοὺσ παῖδασ.

SEARCH

MENU NAVIGATION