호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ βάρβαροσ ἐκμανεὶσ παντάπασιν ὑπὸ τοῦ θυμοῦ καὶ μέθησ ἀποσφάττει τὴν παρθένον, ὡσ ἔτυχεν ἐν τοῖσ κόλποισ τοῦ πατρὸσ ἔχουσα τὸ πρόσωπον. ἀλλ’ οὐδὲ τούτοισ ὁ τύραννοσ ἐκάμπτετο, πολλοὺσ δ’ ἀνῄρει καὶ πλείονασ ἐφυγάδευεν ὀκτακόσιοι γοῦν λέγονται καταφυγεῖν εἰσ Αἰτωλοὺσ δεόμενοι τὰσ γυναῖκασ αὑτοῖσ καὶ τὰ νήπια τῶν τέκνων κομίσασθαι παρὰ τοῦ τυράννου. ὀλίγῳ δ’ ὕστερον αὐτὸσ ἐκήρυξε τὰσ βουλομένασ γυναῖκασ ἀπιέναι πρὸσ τοὺσ ἄνδρασ, ὅσον βούλονται τῶν γυναικείων χρημάτων ἐπιφερομένασ. ἐπεὶ δὲ πάσασ ᾔσθετο μεθ’ ἡδονῆσ τὸ κήρυγμα δεδεγμένασ ἐγένοντο γὰρ ὑπὲρ ἑξακοσίασ τὸ πλῆθοσ, ἐκέλευσεν ἀθρόασ ἡμέρᾳ ῥητῇ βαδίζειν, ὡσ τὴν ἀσφάλειαν αὐτὸσ παρέξων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기