호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ταρκύνιον Σούπερβον, ἕβδομον ἀπὸ Ῥωμύλου βασιλεύοντα Ῥωμαίων, ἐξήλασεν ὕβρις καὶ ἀρετὴ Λουκρητίας, γυναικὸς ἀνδρὶ γεγαμημένης λαμπρῷ καὶ κατὰ γένος προσήκοντι τοῖς βασιλεῦσιν. ἐβιάσθη μὲν γὰρ ὑφ ἑνὸς τῶν Ταρκυνίου παίδων, ἐπιξενωθέντος αὐτῇ: φράσασα δὲ τοῖς φίλοις καὶ οἰκείοις τὸ πάθος εὐθὺς ἀπέσφαξεν ἑαυτήν. ἐκπεσὼν δὲ τῆς ἀρχῆς ὁ Ταρκύνιος ἄλλους τε πολλοὺς ἐπολέμησε πολέμους, πειρώμενος ἀναλαβεῖν τὴν ἡγεμονίαν: καὶ τέλος ἄρχοντα Τυρρηνῶν Πορσίναν ἔπεισεν ἐπὶ τὴν Ῥώμην στρατεῦσαι μετὰ πολλῆς δυνάμεως.
ἅμα δὲ τῷ πολέμῳ καὶ λιμοῦ συνεπιτιθεμένου τοῖς Ῥωμαίοις, πυνθανόμενοι τὸν Πορσίναν οὐ πολεμικὸν εἶναι μόνον, ἀλλὰ καὶ δίκαιον ἄνδρα καὶ χρηστόν, ἐβούλοντο χρῆσθαι δικαστῇ πρὸς τὸν Ταρκύνιον. ἀπαυθαδισαμένου δὲ τοῦ Ταρκυνίου καὶ τὸν Πορσίναν, εἰ μὴ μενεῖ σύμμαχος βέβαιος, οὐδὲ κριτὴν δίκαιον ἔσεσθαι φάσκοντος, ἀφεὶς ἐκεῖνον ὁ Πορσίνας ἔπραττεν, ὅπως φίλος ἄπεισι Ῥωμαίων, τῆς τε χώρας ὅσην ἀπετέτμηντο Τυρρηνῶν καὶ τοὺς αἰχμαλώτους κομισάμενος. ἐπὶ τούτοις ὁμήρων αὐτῷ δοθέντων δέκα μὲν ἀρρένων παίδων δέκα δὲ θηλειῶν ἐν αἷς ἦν ἡ Ποπλικόλα τοῦ ὑπάτου θυγάτηρ Οὐαλερία, πᾶσαν εὐθὺς ἀνῆκε τὴν πρὸς τὸν πόλεμον παρασκευήν, καίπερ οὔπω τέλος ἐχούσης τῆς ὁμολογίας.
αἱ δὲ παρθένοι κατέβησαν μὲν ἐπὶ τὸν ποταμὸν ὡς λουσόμεναι μικρὸν ἀπωτέρω τοῦ στρατοπέδου: μιᾶς δ αὐτῶν ὄνομα Κλοιλίας προτρεψαμένης, ἀναδησάμεναι περὶ τὰς κεφαλὰς τοὺς χιτωνίσκους παρεβάλοντο πρὸς ῥεῦμα πολὺ καὶ δίνας βαθείας νέουσαι καὶ διεπέρασαν ἀλλήλων ἐχόμεναι πολυπόνως καὶ μόλις. εἰσὶ δ οἱ λέγοντες ἵππου τὴν Κλοιλίαν εὐπορήσασαν αὐτὴν μὲν ἐπιβῆναι καὶ διεξελαύνειν ἠρέμα, ταῖς δ ἄλλαις ὑφηγεῖσθαι παραθαρσύνουσαν νηχομένας καὶ παραβοηθοῦσαν.
ᾧ δὲ τεκμηρίῳ χρῶνται, μετ ὀλίγον ἐροῦμεν. ἐπεὶ δὲ σωθείσας εἶδον οἱ Ῥωμαῖοι, τὴν μὲν ἀρετὴν καὶ τὴν τόλμαν ἐθαύμασαν, τὴν δὲ κομιδὴν οὐκ ἠγάπησαν οὐδ ὑπέμειναν ἐν πίστει χείρονες ἑνὸς ἀνδρὸς γενέσθαι. πάλιν οὖν τὰς κόρας ἐκέλευσαν ἀπιέναι καὶ συνέπεμψαν αὐταῖς ἀγωγούς, οἷς διαβᾶσι τὸν ποταμὸν ἐνέδραν ὑφεὶς ὁ Ταρκύνιος ὀλίγον ἐδέησεν ἐγκρατὴς γενέσθαι τῶν παρθένων. ἡ μὲν οὖν τοῦ ὑπάτου Ποπλικόλα θυγάτηρ Οὐαλερία μετὰ τριῶν προεξέφυγεν οἰκετῶν εἰς τὸ τοῦ Πορσίνα στρατόπεδον, τὰς δ ἄλλας ὁ τοῦ Πορσίνα υἱὸς Ἄρρους ταχὺ προσβοηθήσας ἐξείλετο τῶν πολεμίων. ἐπεὶ δ ἤχθησαν, ἰδὼν αὐτὰς ὁ Πορσίνας ἐκέλευσεν εἰπεῖν, ἥτις ἐστὶν ἡ προτρεψαμένη καὶ κατάρξασα τοῦ βουλεύματος.
αἱ μὲν οὖν ἄλλαι φοβηθεῖσαι περὶ τῆς Κλοιλίας ἐσιώπησαν αὐτῆς δὲ τῆς Κλοιλίας εἰπούσης ἑαυτήν, ἀγασθεὶς ὁ Πορσίνας ἐκέλευσεν ἵππον ἀχθῆναι κεκοσμημένον εὐπρεπῶς, καὶ τῇ Κλοιλίᾳ δωρησάμενος ἀπέπεμψεν εὐμενῶς καὶ φιλανθρώπως πάσας. τοῦτο ποιοῦνται σημεῖον οἱ πολλοὶ τοῦ τὴν Κλοιλίαν ἵππῳ διεξελάσαι τὸν ποταμόν: οἱ δ οὔ φασιν, ἀλλὰ τὴν ῥώμην θαυμάσαντα καὶ τὴν τόλμαν αὐτῆς ὡς κρείττονα γυναικὸς ἀξιῶσαι δωρεᾶς ἀνδρὶ πολεμιστῇ πρεπούσης.
ἀνέκειτο γοῦν ἔφιππος εἰκὼν γυναικὸς ἐπὶ τῆς ὁδοῦ τῆς ἱερᾶς λεγομένης, ἣν οἱ μὲν τῆς Κλοιλίας οἱ δὲ τῆς Οὐαλερίας λέγουσιν εἶναι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기