- 텍스트

Plutarch, Mulierum virtutes, Fwkides 1:

(플루타르코스, Mulierum virtutes, Fwkides 1:)

τῶν δ Ἀμφισσέων αἱ γυναῖκες, φοβηθεῖσαι μὴ διὰ τὸ σύμμαχον τὴν πόλιν Φωκέων γεγονέναι καὶ συχνοὺς στρατιώτας παρεῖναι τῶν τυράννων ἀγνωμονηθῶσιν αἱ Θυιάδες, ἐξέδραμον εἰς τὴν ἀγορὰν ἅπασαι καὶ κύκλῳ περιστᾶσαι σιωπῇ κοιμωμέναις μὲν οὐ προσῄεσαν, ἐπεὶ δ ἐξανέστησαν, ἄλλαι περὶ ἄλλας ἐγίγνοντο θεραπεύουσαι καὶ τροφὴν προσφέρουσαι:? τέλος δὲ πείσασαι τοὺς ἄνδρας ἐπηκολούθησαν αὐταῖς ἄχρι τῶν ὁρ´ων ἀσφαλῶς προπεμπομέναις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION