- 텍스트

Plutarch, Mulierum virtutes, Μήλιαι? 1:

(플루타르코스, Mulierum virtutes, Μήλιαι 1:)

εἶτα πολλὴν ἐν ὀλίγῳ χρόνῳ λαμβάνοντας αὔξησιν ὁρῶντες, ἐπεβούλευον ἀνελεῖν εὐωχίαν τινὰ καὶ θοίνην παρασκευάσαντες. ἔτυχε δὲ Καρίνη παρθένος ἐρῶσα τοῦ Νυμφαίου καὶ λανθάνουσα τοὺς ἄλλους: ἐκαλεῖτο δὲ Καφένη: πραττομένων δὲ τούτων οὐ δυναμένη τὸν Νυμφαῖον περιορᾶν ἀπολλύμενον, ἐξήγγειλε τὴν διάνοιαν αὐτῷ τῶν πολιτῶν. ὡς οὖν ἧκον οἱ Κρυασσεῖς καλοῦντες αὐτούς, οὐκ ἔφη νόμον ὁ Νυμφαῖος Ἕλλησιν εἶναι βαδίζειν ἐπὶ δεῖπνον ἄνευ γυναικῶν ἀκούσαντες δὲ οἱ Κᾶρες ἐκέλευον ἄγειν καὶ τὰς γυναῖκας.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION