호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ ὑπὸ τῶν τυράννων πολεμῆσαι βιασθέντασ, ἀλλὰ κἀκείνουσ ἐπὶ τῷ πολεμεῖν ἑλέσθαι τυράννουσ. λεχθέντων δὲ τῶν λόγων καὶ μεθισταμένοισ, ὥσπερ εἰώθεν, ἐκ τῆσ βουλῆσ τοῖσ Συρακουσίοισ συνεξῆλθε Μάρκελλοσ, ἐπὶ τῷ συνάρχοντι ποιησάμενοσ τὴν σύγκλητον, καὶ πρὸ τῶν θυρῶν τοῦ βουλευτηρίου διέτριβεν, οὔτε φόβῳ διὰ τὴν δίκην οὔτε θυμῷ πρὸσ τοὺσ Συρακουσίουσ τοῦ συνήθουσ μεταβαλὼν καταστήματοσ, ἀλλὰ πρᾴωσ πάνυ καὶ κοσμίωσ τὸ τῆσ δίκησ τέλοσ ἐκδεχόμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기