호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ Μαρκέλλου τὸ τέταρτον ὑπατεύοντος οἱ ἐχθροὶ τοὺς Συρακουσίους ἀνέπεισαν εἰς Ῥώμην ἀφικομένους κατηγορεῖν καὶ καταβοᾶν πρὸς τὴν σύγκλητον ὡς δεινὰ καὶ παράσπονδα πεπονθότας.? ἔτυχε μὲν οὖν ἐν Καπιτωλίῳ θυσίαν τινὰ συντελῶν ὁ Μάρκελλος: ἀγανακτῶν ὑπὲρ τοῦ Μαρκέλλου μὴ παρόντος, ὁ δὲ Μάρκελλος εὐθὺς ἧκεν ἀκούσας, καὶ πρῶτον μὲν ἐπὶ τοῦ δίφρου καθίσας ὡς ὕπατος ἐχρημάτιζεν, ἔπειτα, τῶν ἄλλων τέλος ἐχόντων, καταβὰς ἀπὸ τοῦ δίφρου καὶ καταστὰς ὥσπερ ἰδιώτης εἰς τὸν τόπον ἐν ᾧ λέγειν εἰώθασιν οἱ κρινόμενοι, τοῖς Συρακουσίοις ἐλέγχειν αὑτὸν παρεῖχεν.
οἱ δὲ δεινῶς μὲν συνεταράχθησαν πρὸς τὸ ἀξίωμα καὶ τὸ πεποιθὸς τοῦ ἀνδρός, καὶ τὸ ἐν τοῖς ὅπλοις ἀνυπόστατον ἔτι μᾶλλον ἐν τῇ περιπορφύρῳ φοβερὸν ἡγοῦντο καὶ δυσαντίβλεπτον.
οὐ μὴν ἀλλὰ καὶ παραθαρρυνόντων αὐτοὺς τῶν διαφερομένων πρὸς τὸν Μάρκελλον ἤρξαντο τῆς κατηγορίας καὶ διεξῆλθον ὀλοφυρμῷ τινι μεμιγμένην δικαιολογίαν, ἧς ἦν τὸ κεφάλαιον ὅτι σύμμαχοι καὶ φίλοι Ῥωμαίοις ὄντες πεπόνθασιν ἃ πολλοῖς τῶν πολεμίων ἕτεροι στρατηγοὶ μὴ παθεῖν ἐχαρίσαντο. πρὸς ταῦτα ὁ Μάρκελλος ἔλεγεν ὡς ἀντὶ πολλῶν ὧν δεδράκασι Ῥωμαίους κακῶς οὐδὲν πεπόνθασι, πλὴν ἃ πολέμῳ καὶ κατὰ κράτος ἁλόντας ἀνθρώπους κωλῦσαι παθεῖν οὐ δυνατόν ἐστιν, οὕτω δὲ ἁλῶναι δι αὑτούς, πολλὰ προκαλουμένῳ πεισθῆναι μὴ ἐθελήσαντας.
οὐ γὰρ ὑπὸ τῶν τυράννων πολεμῆσαι βιασθέντας, ἀλλὰ κἀκείνους ἐπὶ τῷ πολεμεῖν ἑλέσθαι τυράννους.
λεχθέντων δὲ τῶν λόγων καὶ μεθισταμένοις, ὥσπερ εἰώθεν, ἐκ τῆς βουλῆς τοῖς Συρακουσίοις συνεξῆλθε Μάρκελλος, ἐπὶ τῷ συνάρχοντι ποιησάμενος τὴν σύγκλητον, καὶ πρὸ τῶν θυρῶν τοῦ βουλευτηρίου διέτριβεν, οὔτε φόβῳ διὰ τὴν δίκην οὔτε θυμῷ πρὸς τοὺς Συρακουσίους τοῦ συνήθους μεταβαλὼν καταστήματος, ἀλλὰ πρᾴως πάνυ καὶ κοσμίως τὸ τῆς δίκης τέλος ἐκδεχόμενος. ἐπεὶ δὲ διηνέχθησαν αἱ γνῶμαι καὶ νικῶν ἀπεδείχθη, προσπίπτουσιν αὐτῷ οἱ Συρακούσιοι, μετὰ δακρύων δεόμενοι τὴν ὀργὴν εἰς αὐτοὺς ἀφεῖναι τοὺς παρόντας, οἰκτεῖραι δὲ τὴν ἄλλην πόλιν μεμνημένην ὧν ἔτυχεν ἀεὶ καὶ χάριν ἔχουσαν.
ἐπικλασθεὶς οὖν ὁ Μάρκελλος τούτοις τε διηλλάγη, καὶ τοῖς ἄλλοις Συρακουσίοις ἀεί τι πράττων ἀγαθὸν διετέλει. καὶ τὴν ἐλευθερίαν ἣν ἀπέδωκεν αὐτοῖς, καὶ τοὺς νόμους καὶ τῶν κτημάτων τὰ περιόντα βέβαια παρέσχεν ἡ σύγκλητος, ἀνθ ὧν ἄλλας τε τιμὰς ὑπερφυεῖς ἔσχε παρ αὐτοῖς, καὶ νόμον ἔθεντο τοιοῦτον, ὁπόταν ἐπιβῇ Σικελίας Μάρκελλος ἢ τῶν ἐκγόνων τις αὐτοῦ, στεφανηφορεῖν Συρακουσίους καὶ θύειν τοῖς θεοῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기