호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Μάρκελλος ἀποδειχθεὶς ὕπατος τὸ τρίτον εἰς Σικελίαν ἔπλευσεν.? αἱ γὰρ Ἀννίβου περὶ τὸν πόλεμον εὐπραξίαι Καρχηδονίους ἐπῆραν αὖθις ἀντιλαμβάνεσθαι τῆς νήσου, μάλιστα τεταραγμένων τῶν περὶ τὰς Συρακούσας μετὰ τὴν Ιἑρωνύμου τοῦ τυράννου τελευτήν. διὸ καὶ Ῥωμαίων ἦν ἐκεῖ προαπεσταλμένη δύναμις καὶ στρατηγὸς Ἄππιος. ταύτην παραλαμβάνοντι τῷ Μαρκέλλῳ προσπίπτουσι Ῥωμαῖοι πολλοί συμφορᾷ κεχρημένοι τοιαύτῃ, τῶν περὶ Κάννας παραταξαμένων πρὸς Ἀννίβαν οἱ μὲν ἔφυγον, οἱ δὲ ζῶντες ἥλωσαν, τοσοῦτον πλῆθος ὡς δοκεῖν Ῥωμαίοις ὑπολελεῖφθαι μηδὲ τοὺς τὰ τείχη διαφυλάξοντας.
τοῖς δὲ ἄρα τοσοῦτο τοῦ φρονήματος καὶ μεγαλοψυχίας περιῆν ὥστε τοὺς μὲν αἰχμαλώτους ἐπὶ μικροῖς λύτροις ἀποδιδόντος Ἀννίβου μὴ λαβεῖν, ἀλλ ἀποψηφίσασθαι καὶ περιϊδεῖν τοὺς μὲν ἀναιρεθέντας, τοὺς δὲ πραθέντας ἔξω τῆς Ἰταλίας, τῶν δὲ φυγῇ περιγενομένων τὸ πλῆθος εἰς Σικελίαν ἀποστεῖλαι, διακελευσαμένους Ἰταλίας μὴ ἐπιβαίνειν ἑώς πολεμοῦσι πρὸς Ἀννίβαν.
οὗτοι δὴ τῷ Μαρκέλλῳ παραγενομένῳ προσπεσόντες ἀθρόοι, καὶ χαμαὶ καταβαλόντες αὑτούς, ᾔτουν τάξιν ἐπιτίμου στρατείας μετὰ πολλῆς βοῆς καὶ δακρύων, ἐπαγγελλόμενοι δείξειν δι ἔργων ἀτυχίᾳ τινὶ μᾶλλον ἢ δι ἀναν- δρίαν αὐτῶν τὴν τροπὴν ἐκείνην γενομένην.
λόγων δὲ πολλῶν γενομένων ἐποιήσατο γνώμην ἡ βουλή μηδὲν εἰς δημόσια πράγματα δεῖσθαι Ῥωμαίους ἀνθρώπων ἀνάνδρων εἰ δὲ βούλεται χρῆσθαι Μάρκελλος αὐτοῖς ἴσως, μηδενὸς τῶν ἐπ ἀνδρείᾳ νομιζομένων στεφάνων καὶ γερῶν τυχεῖν ὑπάρχοντος, τοῦτο τὸ δόγμα Μάρκελλον ἠνίασε, καὶ μετὰ τὸν ἐν Σικελίᾳ πόλεμον ἐπανελθών ἐμέμψατο τὴν βουλήν, ὡς ἀντὶ πολλῶν καὶ μεγάλων οὐ παρασχοῦσαν αὐτῷ τοσούτων δυστυχίαν ἐπανορθώσασθαι πολιτῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기