호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρῶτον μὲν οὖν ἀνέσεως πολλῆς καί θρασύτητος ἐκ τοῦ κρατεῖν τοῦ Ἀννίβαν τοῖς στρατιώταις ἐγγενομένης, τοὺς ἀποσκιδναμένους τοῦ στρατοπέδου καί κατατρέχοντας τὴν χώραν ἐπιτιθέμενος κατέκοπτε καί ὑπανήλισκε τῆς δυνάμεως:? ἔπειτα πρὸς Νέαν πόλιν καί Νῶλαν βοηθήσας Νεαπολίτας μὲν ἐπέρρωσεν αὐτοὺς καθ ἑαυτοὺς βεβαίους ὄντας Ῥωμαίοις, εἷς δὲ Νῶλαν εἰσελθὼν στάσιν εὑρ῀ε, τῆς βουλῆς τὸν δῆμον ἀννιβίζοντα μεταχειρίσασθαι καί καταρτίσαι μὴ δυναμένης, ἦν γὰρ τις ἀνὴρ εὐγενείᾳ, τε πρωτεύων ἐν τῇ πόλει καί κατ ἀνδρείαν ἐπιφανής, ὄνομα Βάνδιος: τοῦτον ἐν Κάνναις περιόπτως ἀγωνισάμενον καί πολλοὺς μὲν ἀνελόντα τῶν Καρχηδονίων, τέλος δὲ αὐτὸν ἐν τοῖς νεκροῖς εὑρεθέντα πολλῶν βελῶν κατάπλεων τὸ σῶμα, θαυμάσας ὁ Ἀννίβας οὐ μόνον ἀφῆκεν ἄνευ λύτρων, ἀλλὰ καί δῶρα προσέθηκε καί φίλον ἐποιήσατο καί ξένον, ἀμειβόμενος οὖν τὴν χάριν ὁ Βάνδιος εἷς ἦν τῶν ἀννιβιζόντων προθύμως, καί τὸν δῆμον ἰσχύων ἐξῆγε πρὸς ἀπόστασιν.
"σὺ Βάνδιος, οὗ πλεῖστος ἐν Ῥώμῃ λόγος τῶν ἐν Κάνναις ἀγωνισαμένων, ὡς μόνου Παῦλον Αἰμίλιον τὸν ἄρχοντα μὴ προλιπόντος, ἀλλὰ τὰ πλεῖστα τῶν ἐκείνῳ φερομένων βελῶν ὑποστάντος τῷ σώματι καί ἀναδεξαμένου·
"τηλικαῦτα γνωρίσματα φέρων τῆς πρὸς ἡμᾶς φιλίας οὐκ εὐθὺς προσῄεις·
"ἢ κακοί σοι δοκοῦμεν ἀρετὴν ἀμείβεσθαι φίλων οἷς ἐστι τιμὴ καί παρὰ τοῖς πολεμίοις· ταῦτα φιλοφρονηθεὶς καί δεξιωσάμενος ἵππον τε δωρεῖται πολεμιστὴν αὐτῷ καὶ δραχμὰς ἀργυρίου πεντακοσίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기