호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀποπηδήσασ δὲ τοῦ ἵππου, καὶ τῶν ὅπλων τοῦ νεκροῦ ταῖσ χερσὶν ἐφαψάμενοσ, πρὸσ τὸν οὐρανὸν εἶπεν· "ὦ μεγάλα στρατηγῶν καὶ ἡγεμόνων ἔργα καὶ πράξεισ ἐπιβλέπων ἐν πολέμοισ καὶ μάχαισ Φερέτριε Ζεῦ, μαρτύρομαί σε Ῥωμαίων τρίτοσ ἄρχων ἄρχοντα καὶ βασιλέα στρατηγὸσ ἰδίᾳ χειρὶ τόνδε τὸν ἄνδρα κατεργασάμενοσ καὶ Κτείνασ σοὶ καθιεροῦν τὰ πρῶτα καὶ κάλλιστα τῶν λαφύρων, σὺ δὲ δίδου τύχην ὁμοίαν ἐπὶ τὰ λοιπὰ τοῦ πολέμου προτρεπομένοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기