호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν γὰρ συνεπιτιθεμένων τότε τοὺς μὲν οὐδεὶς ἠξίωσε τῆς ἡγεμονίας, οἱ δὲ ἑαυτοὺς ἀπηξίωσαν, Γάλβας δὲ καὶ κληθεὶς καὶ ὑπακούσας αὐτοκράτωρ καὶ τῇ Οὐϊ´νδικος ἐμπαρασχὼν ὄνομα τόλμῃ, κίνημα καὶ νεωτερισμὸν αὐτοῦ λεγομένην τὴν ἀπόστασιν ἐποίησε πόλεμον ἐμφύλιον, ἀνδρὸς ἡγεμονικοῦ τυχοῦσαν.? ὑπερειπόμενος δὲ τῷ γήρᾳ, ἄχρι τῶν ὅπλων καὶ τῶν στρατευμάτων ἄκρατος ἦν καὶ ἀρχαῖος αὐτοκράτωρ, Οὐινίῳ δὲ καὶ Λάκωνι καὶ τοῖς ἀπελευθέροις πάντα τὰ πράγματα πωλοῦσι παρέχων ἑαυτόν, οἱο῀ν Νέρων παρεῖχε τοῖς ἀπληστοτάτοις, οὐδένα ποθοῦντα τὴν ἀρχήν, οἰκτείραντας δὲ τοὺς πολλοὺς τὸν θάνατον ἀπέλιπεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기