호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὐθὺς δὲ βουλὴ συνεκαλεῖτο.? καὶ καθάπερ ἄλλοι γεγονότες ἢ θεῶν ἄλλων γεγονότων συνελθόντες ὤμνυον ὁρ´κον ὑπὲρ τοῦ Ὄθωνος, ὃν αὐτὸς ὀμόσας οὐκ ἐτήρησε: καὶ Καίσαρα καὶ Σεβαστὸν ἀνηγόρευον, ἔτι τῶν νεκρῶν ἀκεφάλων ἐν ταῖς ὑπατικαῖς ἐσθῆσιν ἐρριμμένων ἐπὶ τῆς ἀγορᾶς. ταῖς δὲ κεφαλαῖς ὡς οὐδὲν εἶχον ἔτι χρῆσθαι, τὴν μὲν Οὐινίου τῇ θυγατρὶ δισχιλίων καὶ πεντακοσίων δραχμῶν ἀπέδοντο, τὴν δὲ Πείσωνος ἡ γυνὴ ἔλαβεν Οὐερανία δεηθεῖσα, τὴν δὲ Γάλβα τοῖς Πατροβίου δούλοις ἐδωρήσαντο.
λαβόντες δὲ ἐκεῖνοι καὶ πάντα τρόπον αἰκισάμενοι καὶ καθυβρίσαντες ἔρριψαν ᾗ τοὺς ὑπὸ τῶν Καισάρων κολαζομένους θανατοῦσιν ὁ δὲ τόπος Σεσσώριον καλεῖται, τὸ δὲ σῶμα τοῦ Γάλβα Πρίσκος Ἑλβίδιος ἀνείλετο, τοῦ Ὄθωνος ἐπιτρέψαντος ἔθαψε δὲ νυκτὸς Ἀργεῖος ἀπελεύθερος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기