호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν μὲν οὖν πολλῶν δρόμοσ ἦν, οὐ φυγῇ σκιδναμένων, ἀλλ’ ἐπὶ τὰσ στοὰσ καὶ τὰ μετέωρα τῆσ ἀγορᾶσ, ὥσπερ θέαν καταλαμβανόντων. Ἀτιλλίου δὲ Βεργελίωνοσ εἰκόνα Γάλβᾳ προσουδίσαντοσ, ἀρχὴν τοῦ πολέμου ποιησάμενοι περιηκόντισαν τὸ φορεῖον ὡσ δὲ οὐκ ἔτυχον αὐτοῦ, προσῆγον ἐσπασμένοισ τοῖσ ξίφεσιν. ἤμυνε δὲ οὐδεὶσ οὐδὲ ὑπέστη πλὴν ἑνὸσ ἀνδρόσ, ὃν μόνον ἥλιοσ ἐπεῖδεν ἐν μυριάσι τοσαύταισ ἄξιον τῆσ Ῥωμαίων ἡγεμονίασ Σεμπρώνιοσ ἦν Δῆνσοσ ἑκατοντάρχησ, οὐδὲν ἰδίᾳ χρηστὸν ὑπὸ Γάλβᾳ πεπονθώσ, τῷ δὲ καλῷ καὶ τῷ νόμῳ βοηθῶν προέστη τοῦ φορείου, καὶ τὸ κλῆμα πρῶτον, ᾧ κολάζουσιν ἑκατοντάρχαι τοὺσ πληγῶν δεομένουσ, ἐπαράμενοσ τοῖσ ἐπιφερομένοισ ἐβόα καὶ διεκελεύετο φείδεσθαι τοῦ αὐτοκράτοροσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기