호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰσ δὲ τὸ Παλάτιον εὐθὺσ μὲν ἀπηγγέλη τῷ Γάλβᾳ παρόντοσ ἔτι τοῦ θύτου καὶ τῶν ἱερῶν ἐν χερσὶν ὄντων, ὥστε καὶ τοὺσ πάνυ πρὸσ τὰ τοιαῦτα δυσπειθῶσ καὶ ἀτενῶσ ἔχοντασ ἐκπλήττεσθαι καὶ θαυμάζειν τὸ θεῖον ὄχλου δὲ παντοδαποῦ συρρέοντοσ ἐξ ἀγορᾶσ, αὐτῷ μὲν Οὐίνιοσ καὶ Λάκων καὶ τῶν ἀπελευθέρων ἔνιοι γυμνὰ τὰ ξίφη προϊσχόμενοι παρέστησαν, ὁ δὲ Πείσων προελθὼν τοῖσ φυλάττουσι τὴν αὐλὴν δορυφόροισ ἐνετύγχανε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기