호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶτα συνανέστρεφον ἅπαντεσ ἀνακαλούμενοι Καίσαρα καὶ γυμνὰ τὰ ξίφη προϊσχόμενοι. τῶν δὲ χιλιάρχων ὁ τὴν φυλακὴν ἔχων τοῦ στρατοπέδου Μαρτίαλισ, ὥσ φασι, μὴ συνειδώσ, ἐκπλαγεὶσ δὲ τῷ ἀπροσδοκήτῳ καὶ φοβηθεὶσ ἐφῆκεν εἰσελθεῖν. γενομένῳ δὲ ἐντὸσ οὐδεὶσ ἀντέπεσεν. οἱ γὰρ ἀγνοοῦντεσ τὰ πραττόμενα τοῖσ εἰδόσι καὶ συνεστῶσιν ἐκ παρασκευῆσ ἐμπεριεχόμενοι καθ’ ἕνα καὶ δύο σποράδεσ, ὑπὸ δέουσ τὸ πρῶτον, εἶτα πεισθέντεσ ἐπηκολούθησαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기