호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦτα δὲ ἕτερα καὶ τῶν ὑπὸ Τιγελλίνῳ ταγμάτων ὑβριζόντων πολλάκις, ἐπέμπετο γράμματα τῷ Γάλβᾳ παρὰ τῶν ἐπιτρόπων ὁ δὲ φοβηθεὶς ὡς μὴ μόνον διὰ τὸ γῆρας, ἀλλὰ καὶ διὰ τήν ἀπαιδίαν καταφρονούμενος, ἐβουλεύετο παῖδα θέσθαι τῶν ἐπιφανῶν τινα νεανίσκον καὶ διάδοχον ἀποδεῖξαι τῆς ἀρχῆς.? "Ἑλένης·
μηδὲν ἔχοντα πρὸς δόξαν ἄλλο σεμνύνων ἀπὸ τῆς γυναικός, ὀνομάζει πολλάκις, οὕτως γεγονὼς περιβόητος ἐν Ῥώμῃ διὰ τὸν Ποππαίας γάμον, ἧς ἤρα μὲν ὁ Νέρων Κρισπίνῳ συνούσης, ἔτι δ αἰδούμενος τήν ἑαυτοῦ γυναῖκα καὶ τήν μητέρα φοβούμενος ὑφῆκε τὸν Ὄθωνα πειρῶντα τήν Ποππαίαν. ἀλλὰ τήν γε Ποππαίαν προμοιχεύσας τῷ Νέρωνι, καὶ διαφθείρας ταῖς εἰς ἐκεῖνον ἐλπίσιν, ἔπεισεν ἀποστῆναι τοῦ ἀνδρός.
ἐλθούσης δὲ παρ αὐτὸν ὡς γαμετῆς οὐκ ἠγάπα μετέχων, ἀλλ ἤσχαλλε μεταδιδούς, οὐδὲ αὐτῆς ἀχθομένης, ὥς φασι, τῇ ζηλοτυπίᾳ τῆς Ποππαίας. καὶ γὰρ ἀποκλεῖσαι τὸν Νέρωνα λέγεται μὴ παρόντος τοῦ Ὄθωνος, εἴτε τῆς ἡδονῆς ἀφαιροῦσα τὸ πλήσμιον, εἴτε, ὥς φασιν ἔνιοι, βαρυνομένη τὸν Καίσαρος γάμον, ἐραστῇ δὲ μὴ φεύγουσα χρῆσθαι διὰ τὸ φιλακόλαστον.
ἐκινδύνευσεν οὖν ὁ Ὄθων ἀποθανεῖν: καὶ παράλογον ἦν ὅτι τήν γυναῖκα καὶ ἀδελφὴν ἀποκτείνας διὰ τὸν Ποππαίας γάμον ἐφείσατο τοῦ Ὄθωνος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기