호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀπέκτεινε γὰρ τοὺς πονηρούς, ἐν οἷς ἦν ὁ Ἥλιος καὶ Πολύκλειτος καὶ Πετῖνος καὶ Πατρόβιος.? ὁ δὲ δῆμος ἐκρότει, καὶ δι ἀγορᾶς αὐτῶν ἀγομένων ἐβόα καλὴν μὲν εἶναι καὶ θεοφιλῆ πομπήν, ἀπαιτεῖν δὲ καὶ θεοὺς καὶ ἀνθρώπους τὸν διδάσκαλον καὶ παιδαγωγὸν τῆς τυραννίδος Τιγελλῖνον. ἐφθάκει δὲ ὁ γενναῖος προειληφὼς ἀρραβῶσι μεγάλοις τὸν Οὐίνιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기