호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βουλόμενος δὲ τῆς περὶ τὰς δωρεὰς ἀμετρίας καὶ πολυτελείας τοῦ Νέρωνος ἀποδεικνύναι μεγάλην μεταβολήν, ἀστοχεῖν ἐδόκει τοῦ πρέποντος.? Κάνου γὰρ αὐλήσαντος αὑτῷ παρὰ δεῖπνον ἁ᾿κρόαμα δὲ ἦν ὁ Κάνος εὐδοκιμούμενον ἐπαινέσας καὶ ἀποδεξάμενος ἐκέλευσεν αὑτῷ κομισθῆναι τὸ γλωσσόκομον: τὰς δὲ δωρεὰς ἃς Νέρων ἔδωκε τοῖς περὶ σκηνὴν καὶ παλαίστραν, ἀπαιτεῖσθαι συντόνως κελεύσας πλὴν τοῦ δεκάτου μέρους, εἶτα μικρὰ καὶ γλίσχρα κομιζόμενος ἀνηλώκεσαν γὰρ οἱ πλεῖστοι τῶν λαβόντων, ἐφήμεροι καὶ σατυρικοὶ τοῖς βίοις ἄνθρωποι τοὺς πριαμένους παρ αὐτῶν ἢ λαβόντας ὁτιοῦν ἀνεζήτει καὶ παρ ἐκείνων ἐξέπραττε.
τοῦ δὲ πράγματος ὁρ´ον οὐκ ἔχοντος, ἀλλὰ πόρρω νεμομένου καὶ προϊόντος ἐπὶ πολλούς, αὐτὸς μὲν ἠδόξει, φθόνον δὲ καὶ μῖσος εἶχεν Οὐίνιος, ὡς τοῖς μὲν ἄλλοις ἅπασιν ἀνελεύθερον παρέχων τὸν ἡγεμόνα καὶ μικρολόγον, αὐτὸς δὲ χρώμενος ἀσώτως καὶ λαμβάνων πάντα καὶ πιπράσκων.
ὁ μὲν γὰρ Ἡσίοδος ἀρχομένου τε πίθου καὶ λήγοντος κορέσασθαι φησὶ δεῖν, ὁ δὲ Οὐίνιος ὁρῶν ἀσθενῆ καὶ γέροντα τὸν Γάλβαν ἐνεπίμπλατο τῆς τύχης, ὡς ἅμα μὲν ἀρχομένης, ἅμα δὲ φθινούσης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기