- 텍스트

Plutarch, Galba, chapter 15

(플루타르코스, Galba, chapter 15)

οὕτω δὲ τοῦ Νυμφιδίου καταστρέψαντος ὁ Γάλβας πυθόμενος, καί τῶν συνωμοτῶν αὐτοῦ κελεύσας ἀποθανεῖν ὅσοι μὴ δι αὑτῶν εὐθὺς ἀπέθανον, ἐν οἷς ἦν καί Κιγγώνιος ὁ τὸν λόγον γράψας καί Μιθριδάτης ὁ Ποντικός, ἔδοξε μὴ νομίμως, εἰ καί δικαίως, μηδὲ δημοτικῶς ἀνῃρηκέναι πρὸ κρίσεως ἄνδρας οὐκ ἀσήμους, ἕτερον γὰρ ἡγεμονίας σχῆμα προσεδέχοντο πάντες, ἐξαπατώμενοι συνήθως ὑπὸ τῶν ἐν ἀρχῇ λεγομένων, ἔτι δὲ μᾶλλον ἠνίασεν αὐτοὺς ἀνὴρ ὑπατικὸς καί Νέρωνι πιστὸς ἀποθανεῖν κελευσθείς, Πετρώνιος Τουρπιλιανός.? Μάκρον γὰρ ἐν Λιβύῃ διὰ Τρεβωνίου καὶ Φοντήϊον ἐν Γερμανίᾳ διὰ Οὐάλεντος ἀνελὼν πρόφασιν εἶχεν ἐν ὅπλοις καί στρατοπέδοις ὄντας φοβηθῆναι. Τουρπιλιανὸν δέ, γέροντα γυμνὸν καί ἄνοπλον, λόγου μεταλαβεῖν οὐδὲν ἐκώλυεν, εἴ τις ἣν ἐπαγγέλλεται μετριότητα τοῖς πράγμασιν ἔργῳ φυλάξειν ἔμελλε.

ταῦτα μὲν οὖν τοιαύτας ἔχει μέμψεις.

ἐπεὶ δὲ προσιὼν ἀπεῖχε τῆς πόλεως περὶ πέντε καί εἴκοσι σταδίους, ἐνετύγχανεν ἀκοσμίᾳ καί θορύβῳ τῶν ἐρετῶν τὴν ὁδὸν προκατεχόντων καὶ περικεχυμένων πανταχόθεν, οὗτοι δὲ ἦσαν οὓς εἰς ἓν τάγμα ὁ Νέρων συλλοχίσας ἀπέφηνε στρατιώτας: καί τότε παρόντες ἐκβεβαιώσασθαι τὴν στρατείαν οὔτ ὀφθῆναι τοῖς ἀπαντῶσιν οὔτ ἀκουσθῆναι παρίεσαν τὸν αὐτοκράτορα, ἀλλ ἐθορύβουν βοῇ σημεῖα τῷ τάγματι καί χώραν αἰτοῦντες, ἐκείνου δὲ ὑπερτιθεμένου καί πάλιν εἰπεῖν κελεύσαντος, ἀρνήσεως σχῆμα τὴν ἀναβολὴν εἶναι φάσκοντες ἠγανάκτουν καί παρείποντο μὴ φειδόμενοι βοῆς.

ἐνίων δὲ καί τὰς μαχαίρας σπασαμένων, ἐκέλευσε τοὺς ἱππεῖς ἐμβαλεῖν αὐτοῖς ὁ Γάλβας. ὑπέστη δὲ οὐδεὶς ἐκείνων, ἀλλ οἱ μὲν εὐθὺς ἀνατραπέντες, οἱ δὲ φεύγοντες διεφθάρησαν, οὐ χρηστὸν οὐδὲ αἴσιον ποιοῦντες τῷ Γάλβᾳ τὸν οἰωνὸν εἰσιόντι διὰ πολλοῦ φόνου καί νεκρῶν τοσούτων εἰς τὴν πόλιν. ἀλλ εἰ καί τις αὐτοῦ κατεφρόνει πρότερον ἀσθενοῦς καί γέροντος ὁρωμένου, τότε πᾶσι φρικώδης καί φοβερὸς ἐγένετο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION