호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ Γάλβᾳ μὴ πάνυ τὸν νοῦν προσέχοντοσ αὐτῷ μηδὲ πιστεύοντοσ ἔγνω προεπιχειρεῖν καίτοι Κλώδιοσ Κέλσοσ Ἀντιοχεύσ, ἀνὴρ ἔμφρων, εὔνουσ δὲ ἐκείνῳ καὶ πιστόσ, ἀπηγόρευε, λέγων οὐκ ἂν οἰέσθαι μίαν ἐν Ῥώμῃ συνοικίαν Καίσαρα προσειπεῖν Νυμφίδιον. ἀλλὰ πολλοὶ κατεγέλων, καὶ Μιθριδάτησ ὁ Ποντικὸσ ἐπισκώπτων τὴν φαλακρότητα καὶ ῥυσσότητα τοῦ Γάλβᾳ νῦν ἔφη τινὰ δοκεῖν εἶναι Ῥωμαίοισ, ὀφθέντα δὲ φανεῖσθαι τῶν ἡμερῶν τούτων ἃσ καλεῖται Καῖσαρ, ὄνειδοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기