호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῷ δὲ Γάλβᾳ μετὰ τὴν Νέρωνος τελευτὴν ἐχώρει πάντα.? Οὐεργίνιος δὲ Ῥοῦφος ἀμφίβολος ὢν ἔτι φροντίδα παρεῖχε, μὴ τῷ δυνάμεως πολλῆς καὶ μαχιμωτάτης ἄρχειν προσειληφὼς τὸ νενικηκέναι Οὐίνδικα καὶ κεχειρῶσθαι μέγα μέρος τῆς Ῥωμαίων ἡγεμονίας, ἐν σάλῳ γενομένην ἀποστατικῷ Γαλατίαν ἅπασαν, ὑπακούσαι τοῖς παρακαλοῦσιν αὐτὸν ἐπὶ τὴν ἀρχήν, οὐδενὸς γὰρ ἦν ὄνομα μεῖζον, οὐδὲ εἶχε δόξαν οὐδεὶς ὅσην ὁ Οὐεργίνιος, ὡς μεγίστη ῥοπὴ τοῖς Ῥωμαίων πράγμασι τυραννίδος ὁμοῦ χαλεπῆς καὶ Γαλατικῶν πολέμων ἀπαλλαγῇ γενόμενος, ἀλλ ἐκεῖνος τότε τοῖς ἐξ ἀρχῆς ἐμμένων λογισμοῖς ἐφύλαττε τῇ συγκλήτῳ τὴν αἱρ´εσιν τοῦ αὐτοκράτορος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기