- 텍스트

Plutarch, Galba, chapter 10

(플루타르코스, Galba, chapter 10)

τῷ δὲ Γάλβᾳ μετὰ τὴν Νέρωνος τελευτὴν ἐχώρει πάντα.? Οὐεργίνιος δὲ Ῥοῦφος ἀμφίβολος ὢν ἔτι φροντίδα παρεῖχε, μὴ τῷ δυνάμεως πολλῆς καὶ μαχιμωτάτης ἄρχειν προσειληφὼς τὸ νενικηκέναι Οὐίνδικα καὶ κεχειρῶσθαι μέγα μέρος τῆς Ῥωμαίων ἡγεμονίας, ἐν σάλῳ γενομένην ἀποστατικῷ Γαλατίαν ἅπασαν, ὑπακούσαι τοῖς παρακαλοῦσιν αὐτὸν ἐπὶ τὴν ἀρχήν, οὐδενὸς γὰρ ἦν ὄνομα μεῖζον, οὐδὲ εἶχε δόξαν οὐδεὶς ὅσην ὁ Οὐεργίνιος, ὡς μεγίστη ῥοπὴ τοῖς Ῥωμαίων πράγμασι τυραννίδος ὁμοῦ χαλεπῆς καὶ Γαλατικῶν πολέμων ἀπαλλαγῇ γενόμενος, ἀλλ ἐκεῖνος τότε τοῖς ἐξ ἀρχῆς ἐμμένων λογισμοῖς ἐφύλαττε τῇ συγκλήτῳ τὴν αἱρ´εσιν τοῦ αὐτοκράτορος. καίτοι φανερᾶς γε τῆς Νέρωνος τελευτῆς γενομένης τό τε πλῆθος ἐνέκειτο τῷ Οὐεργινίῳ πάλιν, καὶ τῶν χιλιάρχων τις τῶν ἐν τῇ σκηνῇ σπασάμενος τὸ ξίφος ἐκέλευε τὸν Οὐεργίνιον δέχεσθαι τὴν ἡγεμονίαν ἢ τὸν σίδηρον.

ἐπεὶ δὲ Φάβιος Οὐάλης ἄρχων ἑνὸς τάγματος ὡρ´κωσε πρῶτος εἰς Γάλβαν, καὶ γράμματα ἧκεν ἀπὸ Ῥώμης περὶ ὧν ἡ σύγκλητος ἐψηφίσατο, χαλεπῶς μὲν καὶ μόλις, ἔπεισε δ οὖν τοὺς στρατιώτας αὐτοκράτορα τὸν Γάλβαν ἀνειπεῖν καὶ πέμψαντος αὐτοῦ διάδοχον Φλάκκον Ὁρδεώνιον ἐδέξατο.

καὶ παραδοὺς ἐκείνῳ τὴν δύναμιν αὐτὸς ἀπήντησε τῷ Γάλβᾳ πρόσω χωροῦντι, καὶ συνανέστρεφεν, οὔτε ὀργῆς οὔτε τιμῆς ἐπιδήλου τυγχάνων. αἴτιος δὲ τοῦ μὲν αὐτὸς ὁ Γάλβας αἰδούμενος τὸν ἄνδρα, τοῦ δὲ οἱ φίλοι καὶ μάλιστα Οὐίνιος Τίτος, ὑπὸ φθόνου τὸν Οὐεργίνιον οἰόμενος μὲν κολούειν, ἠγνόει δὲ ἄρα τῷ Οὐεργινίου χρηστῷ δαίμονι συνεργῶν, ἤδη τὸν ἄνδρα πολέμων καὶ κακῶν, ὅσα τοὺς ἄλλους ἡγεμόνας κατέσχεν, ἐκτὸς εἰς βίον ἀκύμονα καὶ γῆρας εἰρήνης καὶ ἡσυχίας μεστὸν ὑπεκτιθεμένῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION