호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ μὲν Ἀθηναῖος Ἰφικράτης τὸν μισθοφόρον ἠξίου στρατιώτην καὶ φιλόπλουτον εἶναι καὶ φιλήδονον, ὅπως ταῖς ἐπιθυμίαις χορηγίαν ἐπιζητῶν ἀγωνίζηται παραβολώτερον, οἱ δὲ πλεῖστοι, καθάπερ ἐρρωμένον σῶμα, τὸ στρατιωτικὸν ἀξιοῦσιν ἰδίᾳ μηδέποτε χρώμενον ὁρμῇ συγκινεῖσθαι τῇ τοῦ στρατηγοῦ.? διὸ καὶ Παῦλον Αἰμίλιον λέγουσι τὴν ἐν Μακεδονίᾳ δύναμιν παραλαβόντα λαλιᾶς καὶ περιεργίας, οἱο῀ν διαστρατηγοῦσαν, ἀνάπλεων, παρεγγυῆσαι τὴν χεῖρα ποιεῖν ἑτοίμην καὶ τὴν μάχαιραν ὀξεῖαν ἕκαστον, αὐτῷ δὲ τῶν ἄλλων μελήσειν.
ὁ δὲ Πλάτων οὐδὲν ἔργον ὁρῶν ἄρχοντος ἀγαθοῦ καὶ στρατηγοῦ στρατιᾶς μὴ σωφρονούσης μηδὲ ὁμοπαθούσης, ἀλλὰ τὴν πειθαρχικὴν ἀρετὴν ὁμοίως τῇ βασιλικῇ νομίζων φύσεως γενναίας καὶ τροφῆς φιλοσόφου δεῖσθαι, μάλιστα τῷ πρᾴῳ καὶ φιλανθρώπῳ τὸ θυμοειδὲς καὶ δραστήριον ἐμμελῶς ἀνακεραννυμένης, ἄλλα τε πάθη πολλὰ καὶ τὰ Ῥωμαίοις συμπεσόντα μετὰ τὴν Νέρωνος τελευτὴν ἔχει μαρτύρια καὶ παραδείγματα τοῦ μηδὲν εἶναι φοβερώτερον ἀπαιδεύτοις χρωμένης καὶ ἀλόγοις ὁρμαῖς ἐν ἡγεμονίᾳ στρατιωτικῆς δυνάμεως.
Δημάδης μὲν γὰρ Ἀλεξάνδρου τελευτήσαντος εἴκαζε τὴν Μακεδόνων στρατιὰν ἐκτετυφλωμένῳ τῷ Κύκλωπι, πολλὰς κινουμένην ὁρῶν κινήσεις ἀτάκτους καὶ παραφόρους:
τὴν δὲ Ῥωμαίων ἡγεμονίαν ὅμοια τοῖς λεγομένοις Τιτανικοῖς πάθεσι καὶ κινήμασι κατελάμβανεν, εἰς πολλὰ διασπωμένην ἅμα καὶ πολλαχόθεν αὖθις ἑαυτῇ συμπίπτουσαν, οὐχ οὕτως ὑπὸ φιλαρχίας τῶν ἀναγορευομένων αὐτοκρατόρων, ὡς φιλοπλουτίας καὶ ἀκολασίας τὸν στρατιωτικοῦ δι ἀλλήλων ὥσπερ ἥλους τοὺς ἡγεμόνας ἐκκρούοντος. καίτοι Διονύσιος Φεραῖον ἄρξαντα Θετταλῶν δέκα μῆνας, εἶτα εὐθὺς ἀναιρεθέντα, τὸν τραγικὸν ἀνεκάλει τύραννον, ἐπισκώπτων τὸ τάχος τῆς μεταβολῆς, ἡ δὲ τῶν Καισάρων ἑστία, τὸ Παλάτιον, ἐν ἐλάσσονι χρόνῳ τέσσαρας αὐτοκράτορας ὑπεδέξατο, τὸν μὲν εἰσαγόντων ὥσπερ διὰ σκηνῆς, τὸν δ ἐξαγόντων.
ἀλλ ἦν γε παραμυθία τοῖς κακῶς πάσχουσι μία τὸ μὴ δεηθῆναι δίκης ἑτέρας ἐπὶ τοὺς αἰτίους, ἀλλ ὁρᾶν αὐτοὺς ὑφ ἑαυτῶν φονευομένους, πρῶτον δε καὶ δικαιότατα πάντων τὸν δελεάσαντα καὶ διδάξαντα τοσοῦτον ἐλπίζειν ἐπὶ μεταβολῇ Καίσαρος ὅσον αὐτὸς ὑπέσχετο, κάλλιστον ἔργον διαβαλὼν τῷ μισθῷ, τὴν ἀπὸ Νέρωνος ἀποστασίαν προδοσίαν γενομένην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기