- 텍스트

Plutarch, De curiositate, section 15

(플루타르코스, De curiositate, section 15)

"μᾶλλον, εἰπεῖν εἴ τι χρήσιμον ἔχεις ἢ ὠφέλιμον.? ἐμοῦ ποτ ἐν Ῥώμῃ διαλεγομένου, Ῥουστικὸς ἐκεῖνος, ὃν ὕστερον ἀπέκτεινε Δομετιανὸς τῇ δόξῃ φθονήσας, ἠκροᾶτο, καὶ διὰ μέσου στρατιώτης παρελθὼν ἐπιστολὴν αὐτῷ Καίσαρος ἀπέδωκε: γενομένης δὲ σιωπῆς κἀμοῦ διαλιπόντος, ὅπως ἀναγνῷ τὴν ἐπιστολήν, οὐκ ἠθέλησεν οὐδ ἔλυσε πρότερον ἢ διεξελθεῖν ἐμὲ τὸν λόγον καὶ διαλυθῆναι τὸ ἀκροατήριον ἐφ ᾧ πάντες ἐθαύμασαν τὸ βάρος τἀνδρός. ἱερῶν ἃ μὴ θέμις ὁρᾶν γίνονται θεαταί, τόπους ἀβάτους πατοῦσι, πράγματα καὶ λόγους βασιλικοὺς ἀνερευνῶσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION