- 텍스트

Plutarch, De curiositate, section 14

(플루타르코스, De curiositate, section 14)

ἔστι τοίνυν καὶ πρὸς δικαιοσύνης ἄσκησιν ὑπερβῆναί ποτε λῆμμα δίκαιον ἵνα πόρρω τῶν ἀδίκων ἐθίσῃς σεαυτὸν εἶναι, καὶ πρὸς σωφροσύνης ὁμοίως ἀποσχέσθαι ποτὲ γυναικὸς ἰδίας ἵνα μηδέποτε κινηθῇς ὑπ ἀλλοτρίας.? τοῦτο δὴ τὸ ἔθος ἐπάγων τῇ πολυπραγμοσύνῃ πειρῶ καὶ τῶν ἰδίων ἔνια παρακοῦσαί ποτε καὶ παριδεῖν καὶ βουλομένου τινὸς ἀγγεῖλαί τι τῶν ἐπὶ τῆς οἰκίας ὑπερβαλέσθαι, καὶ λόγους περὶ σοῦ λελέχθαι δοκοῦντας ἀπώσασθαι. καὶ γὰρ τὸν Οἰδίποδα τοῖς μεγίστοις κακοῖς ἡ περιεργία περιέβαλε: ζητῶν γὰρ ἑαυτὸν ὡς οὐκ ὄντα Κορίνθιον ἀλλὰ ξένον, ἀπήντησε τῷ Λαϊῴ, καὶ τοῦτον ἀνελὼν καὶ τὴν μητέρα λαβὼν ἐπὶ τῇ βασιλείᾳ γυναῖκα καὶ δοκῶν εἶναι μακάριος πάλιν ἑαυτὸν ἐζήτει. καὶ τῆς γυναικὸς οὐκ ἐώσης, ἔτι μᾶλλον ἤλεγχε τὸν συνειδότα γέροντα, πᾶσαν προσφέρων ἀνάγκην. τέλος δὲ τοῦ πράγματος ἤδη περιφέροντος αὐτὸν τῇ ὑπονοίᾳ καὶ τοῦ γέροντος ἀναβοήσαντος, οἴμοι πρὸς αὐτῷ γ εἰμὶ τῷ δεινῷ λέγειν, ὅμως ἐξημμένος ὑπὸ τοῦ πάθους καὶ σφαδᾴζων ἀποκρίνεται, κἄγωγ ἀκούειν ἀλλ ὅμως ἀκουστέον. οὕτω τίς ἐστι γλυκύπικρος καὶ ἀκατάσχετος ὁ τῆς πολυπραγμοσύνης γαργαλισμός, ὥσπερ ἕλκος, αἱμάσσων ἑαυτόν, ὅταν ἀμύσσηται. ὁ δ ἀπηλλαγμένος τῆς νόσου ταύτης καὶ φύσει πρᾶος ἀγνοήσας τι τῶν δυσχερῶν εἴποι ἄν, ὦ πότνια λήθη τῶν κακῶν, ὡς εἶ σοφή.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION