- 텍스트

Plutarch, De curiositate, section 13

(플루타르코스, De curiositate, section 13)

ἀλλὰ μὴν οὐδ ἐκεῖνο χαλεπὸν καὶ δύσκολον, ἀνθρώπων λοιδορουμένων ἐν ἀγορᾷ καὶ κακῶς λεγόντων ἀλλήλους μὴ προσελθεῖν, ἢ συνδρομῆς ἐπὶ τι πλειόνων γενομένης μεῖναι καθήμενον ἐὰν δ ἀκρατῶς ἔχῃς, ἀπελθεῖν ἀναστάντα.? χρηστοῦ μὲν γὰρ οὐδενὸς τοῖς πολυπραγμονοῦσιν ἀναμίξας σεαυτὸν ἀπολαύσεις, μεγάλα δ ὠφεληθήσῃ τὸ πολύπραγμον ἀποστρέψας βίᾳ καὶ κολούσας ὑπακούειν τῷ λογισμῷ συνεθιζόμενον. ἐκ δὲ τούτου μᾶλλον ἐπιτείνοντα τὴν ἄσκησιν ὀρθῶς ἔχει καὶ θέατρον ἀκροάματος εὐημεροῦντος παρελθεῖν, καὶ φίλους ἐπ ὀρχηστοῦ τινος ἢ κωμῳδοῦ θέαν παραλαμβάνοντας διώσασθαι καὶ βοῆς ἐν σταδίῳ γινομένης ἢ ἱπποδρόμῳ μὴ ἐπιστραφῆναι. καθάπερ γάρ ὁ Σωκράτης παρῄνει φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει καὶ τῶν πομάτων ὅσα πίνειν μὴ διψῶντας, οὕτω χρὴ καὶ ἡμᾶς τῶν θεαμάτων καὶ ἀκουσμάτων φυλάττεσθαι καὶ φεύγειν ὅσα κρατεῖ καὶ προσάγεται τοὺς μηδὲν δεομένους. "διὰ τοῦτο μᾶλλον αὐτῆς ἀφεκτέον:

"εἰ γὰρ ὑπὸ σοῦ πεισθεὶς ἀφικοίμην πρὸς αὐτήν, ἴσως ἄν με πάλιν ἀναπείσειεν αὐτὴ καὶ μὴ σχολάζοντα φοιτᾶν καὶ θεᾶσθαι καὶ παρακαθῆσθαι προέμενον πολλὰ τῶν σπουδῆς ἀξίων. ὁμοίως οὐδ ὁ Ἀλέξανδρος εἰς ὄφιν ἦλθε τῆς Δαρείου γυναικὸς ἐκπρεπεστάτης εἶναι λεγομένης, ἀλλὰ πρὸς τὴν μητέρα φοιτῶν αὐτῆς πρεσβῦτιν οὖσαν, οὐχ ὑπέμεινε τὴν νέαν καὶ καλὴν ἰδεῖν. ὀλισθηρὰν καὶ ῥευστὴν εἰς ἅπαντα τὴν πολυπραγμοσύνην ποιοῦντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION