- 텍스트

Plutarch, De curiositate, section 12

(플루타르코스, De curiositate, section 12)

δεύτερον τοίνυν ἐθιζώμεθα θύραν παριόντες ἀλλοτρίαν μὴ βλέπειν εἴσω μηδὲ τῶν ἐντὸς ἐπιδράττεσθαι τῇ ὄψει καθάπερ χειρὶ τῆς περιεργίας, ἀλλὰ τὸ τοῦ Ξενοκράτους ἔχωμεν πρόχειρον, ὃς ἔφη μηδὲν διαφέρειν ἢ τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι:? οὔτε γὰρ δίκαιον οὔτε καλόν, ἀλλ οὐδ ἡδὺ τὸ θέαμα: δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε: τὰ γὰρ πολλὰ τοιαῦτα τῶν ἐν ταῖς οἰκίαις, σκευάρια κείμενα καὶ θεραπαινίδια καθεζόμενα καὶ σπουδαῖον οὐδὲν οὐδ ἐπιτερπές. ἡ δὲ συνδιαστρέφουσα τὴν ψυχὴν παράβλεψις αὕτη καὶ παρατόξευσις αἰσχρὰ καὶ τὸ ἔθος μοχθηρόν. "τὸν ἀθλητὴν ὑπὸ παιδισκαρίου τραχηλιζόμενον· τοὺς δὲ πολυπράγμονας ἴδοις ἂν ὑπὸ παντὸς ὁμοίως θεάματος τραχηλιζομένους καὶ περιαγομένους ὅταν ἔθος καὶ μελέτη γένηται τῆς ὄψεως αὐτοῖς πανταχοῦ διαφορουμένης. δεῖ δ, ὡς οἶμαι, μὴ καθάπερ θεράπαιναν ἀνάγωγον ἔξω ῥέμβεσθαι τὴν αἴσθησιν, ἀλλ ἀποπεμπομένην ὑπὸ τῆς ψυχῆς ἐπὶ τὰ πράγματα συντυγχάνειν αὐτοῖς ταχὺ καὶ διαγγέλλειν εἶτα πάλιν κοσμίως ἐντὸς εἶναι τοῦ λογισμοῦ καὶ προσέχειν αὐτῷ.

νῦν δὲ συμβαίνει τὸ τοῦ Σοφοκλέους: ἔπειτα δ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι βίᾳ φοροῦσιν: αἱ μὴ τυχοῦσαι παιδαγωγίας ὥσπερ ἐλέγομεν ὀρθῆς μηδ ἀσκήσεως αἰσθήσεις προεκτρέχουσαι καὶ συνεφελκόμεναι πολλάκις εἰς ἃ μὴ δεῖ καταβάλλουσι τὴν διάνοιαν. ὅθεν ἐκεῖνο μὲν ψεῦδός ἐστι, τὸ Δημόκριτον ἑκουσίως σβέσαι τὰς ὄψεις ἀπερεισάμενον εἰς ἔσοπτρον πυρωθὲν καὶ τὴν ἀπ αὐτοῦ ἀνάκλασιν δεξάμενον, ὅπως μὴ παρέχωσι θόρυβον τὴν διάνοιαν ἔξω καλοῦσαι πολλάκις, ἀλλ ἐῶσιν ἔνδον οἰκουρεῖν καὶ διατρίβειν πρὸς τοῖς νοητοῖς, ὥσπερ παρόδιοι θυρίδες ἐμφραγεῖσαι: τοῦτο μέντοι παντὸς μᾶλλον ἀληθές ἐστιν, ὅτι τὴν αἴσθησιν ὀλίγιστα κινοῦσιν οἱ πλεῖστα τῇ διανοίᾳ χρώμενοι.

μέγα πρὸς εὑρ´εσιν τῶν ζητουμένων καὶ σκέψιν ἡγούμενοι τὴν ἡσυχίαν καὶ τὸ ἀπερίσπαστον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION