- 텍스트

Plutarch, De curiositate, section 8

(플루타르코스, De curiositate, section 8)

οἱ δὲ πολυπράγμονες ὡς ἑώλόν τι πρᾶγμα καὶ ψυχρὸν καὶ ἀτράγῳδον φεύγοντες τὴν ἀγροικίαν, εἰς τὸ δεῖγμα καὶ τὴν ἀγορὰν καὶ τοὺς λιμένας ὠθοῦνται:? "μή τι καινόν· "οὐ γὰρ ἦς πρωϊ` κατ ἀγοράν· "τί οὖν· "ἐν ὡρ´αις τρισὶν οἰεί τὴν πόλιν μετακεκοσμῆσθαι· οὐ μὴν ἀλλ ἂν μέν τις ἔχῃ τι τοιοῦτον εἰπεῖν, καταβὰς ἀπὸ τοῦ ἵππου δεξιωσάμενος καταφιλήσας ἕστηκεν ἀκροώμενος . "τί λέγεις· "οὐ γέγονας κατ ἀγοράν· "οὐ παρελήλυθας τὸ στρατήγιον· "οὐδὲ τοῖς ἐξ Ἰταλίας ἥκουσιν ἐντετύχηκας· ἐζημίωσαν αὐτόν. ὡς γὰρ οἱ μάγειροι φορὰν εὔχονται βοσκημάτων οἱ δ ἁλιεῖς ἰχθύων, οὕτως οἱ πολυπράγμονες εὔχονται φορὰν κακῶν καὶ πλῆθος πραγμάτων καὶ καινότητας καὶ μεταβολάς, ἵν ἀεὶ τι θηρεύειν καὶ κατακόπτειν ἔχωσιν. εὖ δὲ καὶ ὁ τῶν Θουρίων νομοθέτης: κωμῳδεῖσθαι γὰρ ἐκώλυσε τοὺς πολίτας πλὴν μοιχοὺς καὶ πολυπράγμονας. ἐοίκε γάρ ἥ τε μοιχεία πολυπραγμοσύνη τις ἀλλοτρίας ἡδονῆς εἶναι καὶ ζήτησις καὶ ἔρευνα τῶν φυλαττομένων καὶ λανθανόντων τοὺς πολλούς: ἥ τε πολυπραγμοσύνη παράδυσὶς ἐστι καὶ φθορὰ καὶ ἀπογύμνωσις τῶν ἀπορρήτων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION