- 텍스트

Plutarch, De curiositate, section 7

(플루타르코스, De curiositate, section 7)

οὕτω δ ἑκάστῳ λυπηρόν ἐστιν ἡ τῶν περὶ αὐτὸν κακῶν ἀνακάλυψις, ὥστε πολλοὺς ἀποθανεῖν πρότερον ἢ δεῖξαί τι τῶν ἀπορρήτων νοσημάτων ἰατροῖς.? φέρε γὰρ Ἡρόφιλον ἢ Ἐρασίστρατον ἢ τὸν Ἀσκληπιὸν αὐτόν, ὅτ ἦν ἄνθρωπος, ἔχοντα τὰ φάρμακα καὶ τὰ ὄργανα, κατ οἰκίαν προσιστάμενον ἀνακρίνειν μή τις ἔχει σύριγγα παρὰ δακτύλιον ἢ γυνὴ καρκίνον ἐν ὑστέρᾳ: καίτοι σωτήριόν ἐστι τῆς τέχνης ταύτης τὸ πολύπραγμον ἀλλὰ πᾶς ἄν τις, οἶμαι, τὸν τοιοῦτον ἀπήλασεν, ὅτι τὴν χρείαν οὐ περιμένων ἄκλητος ἐπ ἀλλοτρίων κακῶν ἔρχεται κατανόησιν. οἱ δὲ πολυπράγμονες αὐτὰ ταῦτα καὶ τὰ τούτων ἔτι χείρονα ζητοῦσιν, οὐ θεραπεύοντες ἀλλὰ μόνον ἀνακαλύπτοντες: ὅθεν μισοῦνται δικαίως.

καὶ γὰρ τοὺς τελώνας βαρυνόμεθα καὶ δυσχεραίνομεν, οὐχ ὅταν τὰ ἐμφανῆ τῶν εἰσαγομένων ἐκλέγωσιν, ἀλλ ὅταν τὰ κεκρυμμένα ζητοῦντες ἐν ἀλλοτρίοις σκεύεσι καὶ φορτίοις ἀναστρέφωνται: καίτοι τοῦτο ποιεῖν ὁ νόμος δίδωσιν αὐτοῖς, καὶ βλάπτονται μὴ ποιοῦντες. οἱ δὲ πολυπράγμονες ἀπολλύουσι καὶ προϊένται τὰ αὑτῶν ἀσχολούμενοι περὶ τἀλλότρια καὶ σπανίως μὲν εἰς ἀγρὸν βαδίζουσι, τὸ ἥσυχον καὶ σιωπηρὸν τῆς ἐρημίας οὐ φέροντες: ἐὰν δὲ καὶ παραβάλωσι διὰ χρόνου, ταῖς τῶν γειτόνων ἀμπέλοις ἐμβλέπουσι μᾶλλον ἢ ταῖς ἰδίαις:

καὶ πυνθάνονται πόσοι βόες τοῦ γείτονος ἀποτεθνήκασιν ἢ πόσος οἶνος ὀξίνης γέγονε: ταχὺ δὲ τούτων ἐμπλησθέντες ἀποτρέχουσιν. ὁ μὲν γὰρ ἀληθινὸς ἐκεῖνος γεωργὸς οὐδὲ τὸν αὐτομάτως ἐρχόμενον ἐκ πόλεως λόγον ἡδέως προσδέχεται, λέγων, εἶτά μοι σκάπτων ἐρεῖ ἐφ οἷς γεγόνασιν αἱ διαλύσεις: ταῦτα γὰρ πολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION