호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦθ ἥδιστον ἀκουσμάτων αὐτοῖς.? ἔστι γὰρ ἡ πολυπραγμοσύνη φιλοπευστία τῶν ἐν ἀποκρύψει καὶ λανθανόντων: οὐδεὶς δ ἀγαθὸν ἀποκρύπτει κεκτημένος, ὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται. κακῶν οὖν ἱστορίας ὁ πολυπράγμων ὀρεγόμενος, ἐπιχαιρεκακίας συνέχεται πάθει, φθόνου καὶ βασκανίας ἀδελφῷ. φθόνος μὲν γάρ ἐστι λύπη ἐπ ἀλλοτρίοις ἀγαθοῖς, ἐπιχαιρεκακία δ ἡδονὴ ἐπ ἀλλοτρίοις κακοῖς: ἀμφότερα δ ἐκ πάθους ἀνημέρου καὶ θηριώδους γεγένηται τῆς κακοηθείας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기