호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σωκράτησ δὲ περιῄει διαπορῶν τί Πυθαγόρασ λέγων ἔπειθε· καὶ Ἀρίστιπποσ Ὀλυμπίασιν Ἰσχομάχῳ συμβαλὼν ἠρώτα τί Σωκράτησ διαλεγόμενοσ οὕτω τοὺσ νέουσ διατίθησι· καὶ μίκρ’ ἄττα τῶν λόγων αὐτοῦ σπέρματα καὶ δείγματα λαβὼν οὕτωσ ἐμπαθῶσ ἔσχεν ὥστε τῷ σώματι συμπεσεῖν καὶ γενέσθαι παντάπασιν ὠχρὸσ καὶ ἰσχνόσ· ἄχρισ οὗ πλεύσασ Ἀθήναζε διψῶν καὶ διακεκαυμένοσ ἠρύσατο τῆσ πηγῆσ, καὶ τὸν ἄνδρα καὶ τοὺσ λόγουσ αὐτοῦ καὶ τὴν φιλοσοφίαν ἱστόρησεν, ἧσ ἦν τέλοσ ἐπιγνῶναι τὰ ἑαυτοῦ κακὰ καὶ ἀπαλλαγῆναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기