- 텍스트

Plutarch, De animae procreatione in Timaeo, section 19

(플루타르코스, De animae procreatione in Timaeo, section 19)

ἕτεροι δὲ τοῦ διὰ τεσσάρων ὁρ´ους θέμενοι, τὸν μὲν ὀξὺν ἐν τοῖς σπη τὸν δὲ βαρὺν ἐν τοῖς σις, ἀναλόγως ἤδη τοῖς ἑξῆς περαίνουσιν:? πλὴν ὅτι τὸ λεῖμμα τῶν δυεῖν τόνων μεταξὺ λαμβάνουσι τοῦ γὰρ βαρυτέρου τόνῳ ἐπιταθέντος, γίγνεται σμγ: τοῦ δ ὀξυτέρου τόνῳ ἀνεθέντος, γίγνεται σνς:

ἔστι γὰρ ἐπόγδοα τὰ μὲν σμγ τῶν σις τὰ δὲ σπη τῶν σνς: ὥστε τονιαῖον εἶναι τῶν διαστημάτων ἑκάτερον, λείπεσθαι δὲ τὸ μεταξὺ τῶν σμγ καὶ τῶν σνς, ὅπερ οὐκ ἔστιν ἡμιτόνιον ἀλλ ἔλαττον τὰ μὲν γὰρ σπη τῶν σνς ὑπερέχει τοῖς κζ καὶ δυσί, τὰ δὲ σμγ τῶν σις ὑπερέχει τοῖς κζ, τὰ δὲ σνς τῶν σμγ ὑπερέχει τοῖς ιγ:

ταῦτα δὲ τῶν ὑπεροχῶν ἀμφοτέρων ἐλάττω ἢ ἡμίσεά ἐστι.

διὸ δυεῖν τόνων καὶ λείμματος, οὐ δυεῖν καὶ ἡμίσεος, εὑρ´ηται τὸ διὰ τεσσάρων. καὶ ταῦτα μὲν ἔχει τοιαύτην ἀπόδειξιν.

συνιδεῖν, τί δήποτε φήσας ὁ Πλάτων ἡμιολίους καὶ ἐπιτρίτους καὶ ἐπογδόοις γίγνεσθαι διαστάσεις ἐν τῷ συμπληροῦσθαι τὰς ἐπιτρίτους ταῖς ἐπογδόοις, οὐκ ἐμνήσθη τῶν ἡμιολίων ἀλλὰ παρέλιπε.

τὸ γὰρ ἡμιόλιον, τοῦ ἐπιτρίτου τῷ ἐπογδόῳ τῷ ἐπιτρίτῳ προστιθεμένου, συμπληροῦσθαι καὶ τὸ ἡμιόλιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION