- 텍스트

Plutarch, Consolatio ad Apollonium, chapter, section 16

(플루타르코스, Consolatio ad Apollonium, chapter, section 16)

νὴ Δί ἀλλὰ τοὺς πολλοὺς κινεῖ πρὸς τὰ πένθη καὶ τοὺς θρήνους ὁ ἀώρος θάνατος ἀλλὰ καὶ οὗτος οὕτως ἐστὶν εὐπαραμύθητος, ὥστε καὶ ὑπὸ τῶν τυχόντων ποιητῶν συνεωρᾶσθαι καὶ τετυχηκέναι παραμυθίας.? θέασαι γὰρ:

οἱᾶ περὶ τούτου φησὶ τῶν κωμικῶν τις πρὸς τὸν ἐπὶ τῷ ἀώρῳ λυπούμενον θανάτῳ εἶτ εἰ μὲν ᾕδεις ὅττι τοῦτον τὸν βίον, ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν, ὁ θάνατος οὐκ εὔκαιρος: οὔ, χρὴ μὴ φέρειν οὕτω βαρέως ὡσἀπολωλεκότας πάνθ ὅσων ᾠήθημεν τεύξεσθαι παρ αὐτοῦ.

οὐ φαύλως γὰρ ἂν δόξειεν ὁ παρὰ τῷ ποιητῇ Ἀμφιάραος παραμυθεῖσθαι τὴν Ἀρχεμόρου μητέρα δυσχεραίνουσαν ὅτι νήπιος ὢν ὁ παῖς καὶ ἄγαν ἀώρος ἐτελεύτησε. φησὶ γὰρ οὕτως ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν.

θάπτει τε τέκνα χἄτερ αὖ κτᾶται νέα, αὐτός τε θνήσκει: καὶ τάδ ἄχθονται βροτοὶ εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δ ἔχει βίον θερίζειν ὥστε κάρπιμον στάχυν, καὶ τὸν μὲν εἶναι τὸν δὲ μή. τί ταῦτα δεῖ στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION