- 텍스트

Plutarch, Consolatio ad Apollonium, chapter, section 15

(플루타르코스, Consolatio ad Apollonium, chapter, section 15)

εἴ γε μὴν ὁ θάνατος τελεία τίς ἐστι φθορὰ καὶ διάλυσις τοῦ τε σώματος καὶ τῆς ψυχῆς τὸ τρίτον γὰρ ἦν τοῦτο τῆς Σωκρατικῆς εἰκασίας, οὐδ οὕτω κακόν ἐστιν:? ἀναισθησία γάρ τις κατ αὐτὸν γίγνεται καὶ πάσης ἀπαλλαγὴ λύπης καὶ φροντίδος. ὥσπερ γὰρ οὔτ ἀγαθὸν ἡμῖν ἔπεστιν οὕτως οὐδὲ κακόν:

περὶ γὰρ τὸ ὀ`ν καὶ τὸ ὑφεστηκὸς καθάπερ τὸ ἀγαθὸν πέφυκε γίγνεσθαι, τὸν αὐτὸν τρόπον καὶ τὸ κακόν: περὶ δὲ τὸ μὴ ὀ`ν ἀλλ ἠρμένον ἐκ τῶν ὄντων οὐδέτερον τούτων ὑπάρχει. εἰς τὴν αὐτὴν οὖν τάξιν οἱ τελευτήσαντες καθίστανται τῇ πρὸ τῆς γενέσεως.

ὥσπερ οὖν οὐδὲν ἦν ἡμῖν πρὸ τῆς γενέσεως οὔτ ἀγαθὸν οὔτε κακόν, οὕτως οὐδὲ μετὰ τὴν τελευτήν.

καὶ καθάπερ τὰ πρὸ ἡμῶν οὐδὲν ἦν πρὸς ἡμᾶς, οὕτως οὐδὲ τὰ μεθ ἡμᾶς οὐδὲν ἔσται πρὸς ἡμᾶς ἄλγος γὰρ ὄντως οὐδὲν ἅπτεται νεκροῦ. τὸ γὰρ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω. ἡ γὰρ αὐτὴ κατάστασίς ἐστι τῇ πρὸ τῆς γενέσεως ἡ μετὰ τὴν τελευτήν.

ἀλλ οἰεί σὺ διαφορὰν εἶναι μὴ γενέσθαι ἢ γενόμενον ἀπογενέσθαι· εἰ μὴ καὶ τῆς οἰκίας καὶ τῆς ἐσθῆτος ἡμῶν μετὰ τὴν φθορὰν ὑπολαμβάνεις τινὰ διαφορὰν εἶναι πρὸς τὸν ὃν οὐδέπω κατεσκευάσθη χρόνον.

εἰ δ ἐπὶ τούτων οὐδὲν ἔστι, δῆλον ὡς οὐδ ἐπὶ τοῦ θανάτου πρὸς τὴν πρὸ τῆς γενέσεως·

κατάστασιν ἔστι διαφορά.

χάριεν γὰρ τὸ τοῦ Ἀρκεσιλάου. "τὸ λεγόμενον κακὸν ὁ θάνατος μόνον τῶν ἄλλων τῶν νενομισμένων κακῶν παρὸν μὲν οὐδένα πώποτ ἐλύπησεν, ἀπὸν δὲ καὶ προσδοκώμενον λυπεῖ. "καὶ διεκρίθη καὶ ἀπῆνθεν ὅθεν ἦνθε πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δ ἄνω.

"τί τῶνδε χαλεπόν· "οὐδέ ἔν. ὁ Κρεσφόντης·

νοσηλείας ὑπομενόντων φησὶ μισῶ δ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον, βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν.

θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.

τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον τούτοις γὰρ οἰκείως ἄν τις ταῦτα συνάψειε ποῦ γὰρ τὰ σεμνὰ κεῖνα, ποῦ δὲ Λυδίας μέγας δυνάστης Κροῖσος ἢ Ξέρξης βαρὺν ζεύξας θαλάσσης αὐχέν Ἑλλησποντίας·

τῶν χρημάτων ἅμα τοῖς σώμασι διαφθαρέντων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION