- 텍스트

Plutarch, Consolatio ad Apollonium, chapter, section 14

(플루타르코스, Consolatio ad Apollonium, chapter, section 14)

λέγεται δὲ τούτοις μαρτυρεῖν καὶ τὸ θεῖον.? πολλοὺς γὰρ παρειλήφαμεν δι εὐσέβειαν παρὰ θεῶν ταύτης τυχόντας τῆς δωρεᾶς. φειδόμενος τῆς συμμετρίας τοῦ συγγράμματος παραλείψω μνησθήσομαι δὲ τῶν ὄντων ἐμφανεστάτων καὶ πᾶσι διὰ στόματος.

πρῶτα δή σοι τὰ περὶ Κλέοβιν καὶ Βίτωνα τοὺς Ἀργείους νεανίσκους διηγήσομαι.

φασὶ γὰρ τῆς μητρὸς αὐτῶν ἱερείας οὔσης τῆς Ἥρας ἐπειδὴ τῆς εἰς τὸν νεὼν ἀναβάσεως ἧκεν καιρός, τῶν ἑλκόντων τὴν ἀπήνην ὀρέων ὑστερησάντων καὶ τῆς ὡρ´ας ἐπειγούσης, τούτους: ὑποδύντας ὑπὸ τὴν ἀπήνην ἀγαγεῖν εἰς τὸ ἱερὸν τὴν μητέρα, τὴν δ ὑπερησθεῖσαν τῇ τῶν υἱῶν εὐσεβείᾳ κατεύξασθαι τὸ κράτιστον αὐτοῖς·

παρὰ τῆς θεοῦ δοθῆναι τῶν ἐν ἀνθρώποις, τοὺς δὲ κατακοιμηθέντας μηκέτ ἀναστῆναι, τῆς θεοῦ τὸν θάνατον αὐτοῖς τῆς εὐσεβείας ἀμοιβὴν δωρησαμένης.

καὶ περὶ Ἀγαμήδους δὲ καὶ Τροφωνίου φησὶ Πίνδαρος τὸν νεὼν τὸν ἐν Δελφοῖς οἰκοδομήσαντας αἰτεῖν παρὰ τοῦ Ἀπόλλωνος μισθόν, τὸν δ αὐτοῖς ἐπαγγείλασθαι εἰς ἑβδόμην ἡμέραν ἀποδώσειν, ἐν τοσούτῳ δ εὐωχεῖσθαι παρακελύσασθαι:

τοὺς δὲ ποιήσαντας τὸ προσταχθὲν τῇ ἑβδόμῃ νυκτὶ κατακοιμηθέντας τελευτῆσαι.

"τί ἄριστόν ἐστιν ἀνθρώποις" ἀποκρίνασθαι τὴν πρόμαντιν ὅτι οὐδ αὐτὸς ἀγνοεῖ, εἴ γε τὰ γραφέντα περὶ Τροφωνίου καὶ Ἀγαμήδους ἐκείνου ἐστίν: εἰ δὲ καὶ πειραθῆναι βούλεται, μετ οὐ πολὺ ἔσεσθαι αὐτῷ πρόδηλον.

καὶ οὕτω πυθόμενον τὸν Πίνδαρον συλλογίζεσθαι τὰ πρὸς τὸν θάνατον, διελθόντος δ ὀλίγου χρόνου τελευτῆσαι. τὰ δὲ περὶ τὸν Ἰταλὸν Εὐθύνοον τοιαῦτά φασι γενέσθαι.

αἰτίᾳ τινὶ ἀδήλῳ.

τὸν οὖν Ἠλύσιον εἰσελθεῖν ὅπερ ἴσως κἂν ἄλλον εἰσῆλθε, μήποτ εἰή φαρμάκοις ἀπολωλώς: τοῦτον γὰρ εἶναι μόνον αὐτῷ ἐπ οὐσίᾳ πολλῇ καὶ χρήμασιν.

ἀποροῦντα δ ὅτῳ τρόπῳ βάσανον λάβοι τούτων, ἀφικέσθαι ἐπί τι ψυχομαντεῖον , προθυσάμενον δὡς νόμος ἐγκοιμᾶσθαι καὶ ἰδεῖν ὄψιν τοιάνδε. δόξαι παραγενέσθαι τὸν πατέρα τὸν ἑαυτοῦἰδόντα δὲ διεξέρχεσθαι πρὸς αὐτὸν περὶ τῆς τύχης τῆς κατὰ τὸν υἱόν, καὶ ἀντιβολεῖν τε καὶ δεῖσθαι συνεξευρεῖν τὸν αἴτιον τοῦ θανάτου.

"ἥκω. εἶναι δ ὃν ἐσήμηνε νεανίσκον ἑπόμενον αὐτῷ, ἐμφερῆ τε τῷ υἱῷ καὶ τὰ τοῦ χρόνου τε καὶ τὰ τῆς ἡλικίας ἐγγύς.

ἐρέσθαι οὖν ὅστις εἰή. καὶ οὕτω δὴ ὀρέξαι οἱ γραμματίδιον.

ἀνειλήσαντα οὖν αὐτὸ ἰδεῖν ἐγγεγραμμένα τρία ταῦτα ἧ που νηπιέῃσιν ἀλύουσιν φρένες ἀνδρῶν. Εὐθύνοος κεῖται μοιριδίῳ θανάτῳ. οὐκ ἦν γὰρ ζώειν καλὸν αὐτῷ οὐδὲ γονεῦσι. τοῖς ἀρχαίοις ἀναγεγραμμένων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION