- 텍스트

Plutarch, Consolatio ad Apollonium, chapter, section 10

(플루타르코스, Consolatio ad Apollonium, chapter, section 10)

"Αἴδας ἀν αἰᾶν.? ἐστι τὸ μετὰ πείσματος τεθαρρηκότος εἰπεῖν τίς δ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντισὤν· καὶ Αἵδηνδ ἔχων βοηθὸν οὐ τρέμω σκιάς τί γὰρ τὸ χαλεπόν ἐστι καὶ τὸ δυσανιῶν καὶ ἐν τῷ τεθνάναι·

τὰ γὰρ τοῦ θανάτου μήποτε καὶ λίαν ἡμῖν ὄντα συνήθη καὶ συμφυᾶ πάλιν οὐκ οἶδ ὅπως δυσαλγῆ δοκεῖ εἶναι. τί γὰρ θαυμαστὸν εἰ τὸ τμη τὸν τέτμηται, εἰ τὸ τηκτὸν τέτηκται, εἰ τὸ καυστὸν κέκαυται , εἰ τὸ φθαρτὸν ἔφθαρται·

πότε γὰρ ἐν ἡμῖν αὐτοῖς ἔστιν ἢ οὐκ ἔστιν ὁ θάνατος·

"ταὐτὸ γ ἔνι ζῶν καὶ τεθνηκὸς καὶ τὸ ἐγρηγορὸς καὶ τὸ καθεῦδον καὶ νέον καὶ γηραιὸν τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι , κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα. ἀδιαλείπτως, οὕτω καὶ ἡ φύσις ἐκ τῆς αὐτῆς ὕλης πάλαι μὲν τοὺς προγόνους ἡμῶν ἀνέσχεν, εἶτα συνεχεῖς αὐτοῖσἐγέοννησε τοὺς πατέρας, εἶθ ἡμᾶς, εἶτ ἄλλους ἐπ ἄλλοις ἀνακυκλήσει.

καὶ ὁ τῆς γενέσεως ποταμὸς οὕτως ἐνδελεχῶς ῥέων οὔποτε στήσεται, καὶ πάλιν ὁ ἐξ ἐναντίας αὐτῷ ὁ τῆς φθορᾶς εἴτ Ἀχέρων εἴτε Κωκυτὸς καλούμενος ὑπὸ τῶν ποιητῶν, ἡ πρώτη οὖν αἰτία ἡ δείξασα ἡμῖν τὸ τοῦ ἡλίου φῶς, ἡ αὐτὴ καὶ τὸν ζοφερὸν Αἵδην ἄγει.

καὶ μήποτε τοῦδ εἰκὼν ὁ περὶ ἡμᾶς ἀήρ, ἓν παρ ἓν ἡμέραν καὶ νύκτα ποιῶν, ἐπαγωγοὺς ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως.

διὸ καὶ μοιρίδιον χρέος εἶναι λέγεται τὸ ζῆν, ὡς ἀποδοθησόμενον ὃ ἐδανείσαντο ἡμῶν οἱ προπάτορες.

ὃ δὴ καὶ εὐκόλως καταβλητέον καὶ ἀστενάκτως, ὅταν ὁ δανείσας ἀπαιτῇ:

εὐγνωμονέστατοι γὰρ ἂν οὕτω φανείημεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION