호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον ὁ λόγος καὶ ἡ διὰ τούτου παρασκευὴ πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς.? χρὴ γὰρ οὐ μόνον ἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρὸς ἐστι βίῳ καὶ πράγμασι ῥᾳδίως: μεθισταμένοις πρὸς τοὐναντίον.
ἀνθρώπων γὰρ ὄντως θνητὰ μὲν καὶ ἐφήμερα τὰ σώματα, θνηταὶ δὲ τύχαι καὶ πάθη καὶ πάνθ ἁπλῶς·
τὰ κατὰ τὸν βίον, ἅπερ οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ ὑπαλύξαι τὸ παράπαν ἀλλὰ Ταρτάρου πυθμὴν πιέζει σ1 ἀφανοῦς σφυρηλάτοις ἀνάγκαις ὥς φησι Πίνδαρος. "βέλτιον δ ἄν ἔχου ἦν, εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε χρόνου" κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς γένει βροτῶν τε.
τοῖς μὲν αὔξεται βίος, τῶν δὲ φθίνει τε κἀκθερίζεται πάλιν.
ὁ δὲ Πίνδαρος ἐν ἄλλοις τί δέ τις· τί δ οὔ τις·
σκιᾶς ὄναρ ἄνθρωπος ἐμφαντικῶς σφόδρα καὶ φιλοτέχνως ὑπερβολῇ χρησάμενος τὸν τῶν ἀνθρώπων βίον ἐδήλωσε. τί γὰρ σκιᾶς ἀσθενέστερον· τὸ δὲ ταύτης ὄναρ οὐδ ἂν ἐκφράσαι τις ἕτερος δυνηθείη σαφῶς. "ταῦτα γὰρ πᾶσα αὕτη ἡ ἀρχαία φιλοσοφία λέγει τε καὶ παρακελεύεται.
"ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε πολλαχῆ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον ἄγαν ἀληθές. καὶ γὰρ εἰ μὴ φύσει τοῦτον ἔχει τὸν τρόπον, ὑπὸ γ ἡμῶν εἰς τοῦτ ἀφῖκται διαφθορᾶς. ἥ τ ἄδηλος αὕτη τύχη πόρρωθεν ἡμῖν καὶ ἔτἀπ ἀρχῆς ἠκολούθηκεν οὐδ ἐφ ἑνὶ ὑγιεῖ, φυομένοις τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα: "τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄνταταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξἧσἀφυϊά μὲν ψυχῆς, νόσοι δὲ καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἑρ´πει. Τοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο·
ἵν εἰδείημεν ὅτι καινὸν ἀτυχεῖν οὐδὲν ἀνθρώπῳ ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν.
ταῦτα δὲ καὶ ἄλλα τοιαῦτα καὶ καθ ἑαυτὸν ἑκάστῳ λογίσασθαι ῥᾴδιον, καὶ ἄλλων ἀκοῦσαι παλαιῶν καὶ σοφῶν ἀνδρῶν:
ὧνπρῶτος μέν ἐστιν ὁ θεῖος Ὅμηρος, εἰπών οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ καὶ τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἱο῀ν ἐπ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε καὶ ἐν ἄλλοις Τυδείδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις·
οἱή περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.
ταύτῃ δ ὅτι καλῶς ἐχρήσατο τῇ εἰκόνι τοῦ ἀνθρωπείου βίου δῆλον ἐξ ὧν ἐν ἄλλῳ τόπῳ φησὶν οὕτω βροτῶν ἕνεκα πτολεμίζω δειλῶν, οἳ φύλλοισιν ἐοικότες, ἄλλοτε μέν τε ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες:
Σιμωνίδης δ ὁ τῶν μελῶν ποιητής, Παυσανίου τοῦ βασιλέως τῶν Λακεδαιμονίων μεγαλαυχουμένου συνεχῶς ἐπὶ ταῖς αὑτοῦ πράξεσι καὶ κελεύοντος ἀπαγγεῖλαὶ τι αὐτῷ σοφὸν μετὰ χλευασμοῦ, συνεὶς αὐτοῦ τὴν ὑπερηφανίαν συνεβούλευε μεμνῆσθαι ὅτι ἄνθρωπός πός ἐστι:
εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη.
"εἰς τίνα με καιρὸν ἄρα φυλάττεις·
μετ οὐ πολὺν δὲ χρόνον καταστρεβλωθεὶς ὑπὸ τῶν συντυράννων ἐτελεύτησεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기