호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χειμῶνος δὲ ὄντος ἤδη τῆς γῆς ἐχόμενος ταῖς ναυσὶ καὶ παρὰ τὴν Λιβύην εἰς χωρίον ἔρημον κομισθείς, ὃ καλοῦσι Μενελάου λιμένα, θνήσκει, βιώσας μὲν ὀγδοήκοντα καὶ τέσσαρα ἔτη, βασιλεύσας δὲ τῆς Σπάρτης ἑνὶ τῶν τεσσαράκοντα πλέον, καὶ τούτων ὑπὲρ τριάκοντα πάντων μέγιστος καὶ δυνατώτατος γενόμενος καὶ σχεδὸν ὅλης τῆς Ἑλλάδος ἡγεμὼν καὶ βασιλεὺς νομισθεὶς ἄχρι τῆς ἐν Λεύκτροις μάχης.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기