호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ δὲ τούτου καλῶς μὲν εἶχε τὰ πράγματα καὶ βεβαίως τῷ Αἰγυπτίῳ πρὸς ἀσφάλειαν ἀγαπῶν δὲ καὶ φιλοφρονούμενος ἐδεῖτο μεῖναι καὶ συνδιαχειμάσαι μετ αὐτοῦ τὸν Ἀγησίλαον.? ὁ δὲ ὡρ´μητο πρὸς τὸν οἴκοι πόλεμον, εἰδὼς χρημάτων δεομένην τὴν πόλιν καὶ ξενοτροφοῦσαν. προὔπεμψεν οὖν αὐτὸν ἐντίμως καὶ μεγαλοπρεπῶς, ἄλλας τε λαβόντα τιμὰς καὶ δωρεὰς καὶ πρὸς τὸν πόλεμον ἀργυρίου διακόσια καὶ τριάκοντα τάλαντα. χειμῶνος δὲ ὄντος ἤδη τῆς γῆς ἐχόμενος ταῖς ναυσὶ καὶ παρὰ τὴν Λιβύην εἰς χωρίον ἔρημον κομισθείς, ὃ καλοῦσι Μενελάου λιμένα, θνήσκει, βιώσας μὲν ὀγδοήκοντα καὶ τέσσαρα ἔτη, βασιλεύσας δὲ τῆς Σπάρτης ἑνὶ τῶν τεσσαράκοντα πλέον, καὶ τούτων ὑπὲρ τριάκοντα πάντων μέγιστος καὶ δυνατώτατος γενόμενος καὶ σχεδὸν ὅλης τῆς Ἑλλάδος ἡγεμὼν καὶ βασιλεὺς νομισθεὶς ἄχρι τῆς ἐν Λεύκτροις μάχης.
ἔθους δὲ ὄντος Λακωνικοῦ τῶν μὲν ἄλλων ἐπὶ ξένης ἀποθανόντων αὐτοῦ τὰ σώματα κηδεύειν καὶ ἀπολείπειν, τὰ δὲ τῶν βασιλέων οἴκαδε κομίζειν, οἱ παρόντες Σπαρτιᾶται κηρὸν ἐπιτήξαντες τῷ νεκρῷ, μέλιτος οὐ παρόντος, ἀπῆγον εἰς Λακεδαίμονα, τὴν δὲ βασιλείαν Ἀρχίδαμος ὁ υἱὸς αὐτοῦ παρέλαβε, καὶ διέμεινε τῷ γένει μέχρις Ἄγιδος, ὃν ἐπιχειροῦντα τὴν πάτριον ἀναλαβεῖν πολιτείαν ἀπέκτεινε Λεωνίδας πέμπτον ἀπ Ἀγησιλάου γεγονότα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기