호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπελθόντων δὲ τῶν πολεμίων καὶ περιταφρευόντων τὴν πόλιν, αὖθισ αὖ δείσασ τὴν πολιορκίαν ὁ Αἰγύπτιοσ ἐβούλετο μάχεσθαι καὶ τοὺσ Ἕλληνασ μάλα συμπροθυμουμένουσ εἶχεν· οὐ γὰρ ἦν ἐν τῷ χωρίῳ σῖτοσ, ὁ δὲ Ἀγησίλαοσ οὐκ ἐῶν, ἀλλὰ κωλύων ἤκουε μὲν ἔτι μᾶλλον κακῶσ ἢ πρότερον ὑπὸ τῶν Αἰγυπτίων καὶ προδότησ ἀπεκαλεῖτο τοῦ βασιλέωσ, ἔφερε δὲ πρᾳότερον ἤδη τὰσ διαβολὰσ καὶ προσεῖχε τῷ καιρῷ τοῦ στρατηγήματοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기