호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότε μέντοι τὸν Ἀνταλκίδαν φασὶν ἔφορον ὄντα τοὺς παῖδας εἰς Κύθηρα ὑπεκθέσθαι, περίφοβον γενόμενον.? ὁ δὲ Ἀγησίλαος, ἐπιχειρούντων διαβαίνειν τὸν ποταμὸν τῶν πολεμίων καὶ βιάζεσθαι πρὸς τὴν πόλιν, ἐκλιπὼν τὰ λοιπὰ παρετάξατο πρὸ τῶν μέσων καὶ ὑψηλῶν. ἐρρύη δὲ πλεῖστος ἑαυτοῦ καὶ μέγιστος τότε ὁ Εὐρώτας, χιόνων γενομένων, καὶ τὸ ῥεῦμα μᾶλλον ὑπὸ ψυχρότητος ἢ τραχύτητος ἐγένετο σκληρὸν καὶ χαλεπὸν τοῖς Θηβαίοις.
πορευόμενον δὲ πρῶτον τῆς φάλαγγος τὸν Ἐπαμεινώνδαν ἐδείκνυσάν τινες τῷ Ἀγησιλάῳ: ἐπεὶ δὲ φιλοτιμούμενος ὁ Ἐπαμεινώνδας ἐν τῇ πόλει μάχην συνάψαι καὶ στῆσαι τρόπαιον οὐκ ἴσχυσεν ἐξαγαγεῖν οὐδὲ προκαλέσασθαι τὸν Ἀγησίλαον, ἐκεῖνος μὲν ἀναζεύξας πάλιν ἐπόρθει τὴν χώραν, ἐν δὲ Λακεδαίμονι τῶν πάλαι τινὲς ὑπούλων καὶ πονηρῶν ὡς διακόσιοι συστραφέντες κατελάβοντο τὸ Ἰσσώριον, οὗ τὸ τῆς Ἀρτέμιδος ἱερόν ἐστιν, εὐερκῆ καὶ δυσεκβίαστον τόπον, ἐφ οὓς βουλομένων εὐθὺς ὠθεῖσθαι τῶν Λακεδαιμονίων, φοβηθεὶς τὸν νεωτερισμὸν ὁ Ἀγησίλαος ἐκέλευσε τοὺς μὲν ἄλλους ἡσυχίαν ἄγειν, αὐτὸς δὲ ἐν ἱματίῳ καὶ μεθ ἑνὸς οἰκέτου προσῄει, βοῶν ἄλλως ἀκηκοέναι τοῦ προστάγματος αὐτούς:
οὐ γὰρ ἐνταῦθα κελεῦσαι συνελθεῖν οὐδὲ πάντας, ἀλλὰ τοὺς μὲν ἐκεῖ ῾δείξας ἕτερον τόπον, τοὺς δὲ ἀλλαχόσε τῆς πόλεως, οἱ δὲ ἀκούσαντες ἥσθησαν οἰόμενοι λανθάνειν, καὶ διαστάντες ἐπὶ τοὺς τόπους οὓς ἐκεῖνος ἐκέλευσεν ἀπεχώρουν.
ὁ δὲ τὸ μὲν Ἰσσώριον εὐθὺς μεταπεμψάμενος ἑτέρους κατέσχε, τῶν δὲ συστάντων ἐκείνων περὶ πεντεκαίδεκά τινας συλλαβὼν νυκτὸς ἀπέκτεινεν.
ἄλλη δὲ μείζων ἐμηνύθη συνωμοσία καὶ σύνοδος ἀνδρῶν Σπαρτιατῶν ἐπὶ πράγμασι νεωτέροις εἰς οἰκίαν κρύφα συνερχομένων, οὓς καὶ κρίνειν ἄπορον ἦν ἐν ταραχῇ τοσαύτῃ καὶ περιορᾶν ἐπιβουλεύοντας.
ἐπεὶ δὲ πολλοὶ τῶν συντεταγμένων εἰς τὰ ὅπλα περιοίκων καὶ εἱλώτων ἀπεδίδρασκον ἐκ τῆς πόλεως πρὸς τοὺς πολεμίους, καὶ τοῦτο πλείστην ἀθυμίαν παρεῖχεν, ἐδίδαξε τοὺς ὑπηρέτας περὶ ὄρθρον ἐπιφοιτᾶν ταῖς στιβάσι καὶ τὰ ὅπλα τῶν ἀποκεχωρηκότων λαμβάνειν καὶ ἀποκρύπτειν, ὅπως ἀγνοῆται τὸ πλῆθος.
ἀναχωρῆσαι δὲ τοὺς Θηβαίους ἐκ τῆς Λακωνικῆς οἱ μὲν ἄλλοι λέγουσι χειμώνων γενομένων καὶ τῶν Ἀρκάδων ἀρξαμένων ἀπιέναι καὶ διαρρεῖν ἀτάκτως, οἱ δὲ τρεῖς μῆνας ἐμμεμενηκότας ὅλους καὶ τὰ πλεῖστα τῆς χώρας διαπεπορθηκότας:
Θεόπομπος δέ φησιν, ἤδη τῶν βοιωταρχῶν ἐγνωκότων ἀπαίρειν, ἀφικέσθαι πρὸς αὐτοὺς Φρίξον, ἄνδρα Σπαρτιάτην, παρὰ Ἀγησιλάου δέκα τάλαντα κομίζοντα τῆς ἀναχωρήσεως μισθόν, ὥστε τὰ πάλαι δεδογμένα πράττουσιν αὐτοῖς ἐφόδιον παρὰ τῶν πολεμίων προσπεριγενέσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기