호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ μὴν ἀλλὰ τοῖσ πολλοῖσ, ὡσ ἀφίσταντο μὲν οἱ σύμμαχοι, προσεδοκᾶτο δὲ νενικηκὼσ Ἐπαμεινώνδασ καὶ μεγαλοφρονῶν ἐμβαλεῖν εἰσ Πελοπόννησον, ἔννοια τῶν χρησμῶν ἐνέπεσε τότε, πρὸσ τὴν χωλότητα τοῦ Ἀγησιλάου, καὶ δυσθυμία πολλὴ καὶ πτοία πρὸσ τὸ θεῖον, ὡσ διὰ τοῦτο πραττούσησ κακῶσ τῆσ πόλεωσ, ὅτι τὸν ἀρτίποδα τῆσ βασιλείασ ἐκβαλόντεσ εἵλοντο χωλὸν καὶ πεπηρωμένον· ὃ παντὸσ μᾶλλον αὐτοὺσ ἐδίδασκε φράζεσθαι καὶ φυλάττεσθαι τὸ δαιμόνιον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기